Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμεῖα
  2. Νότου·
  1. ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα,
  2. ἔνδοξά τε καὶ ἐξαίσια, ὦν οὐκ ἔστιν ἀριθμός.
  1. ἐὸν ὑπερβῇ με. οὐ μὴ ἴδω·
  2. καὶ ἐὰν παρέλθῃ με, οὐδʼ ὣς ἔγνων.
  1. ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψεις
  2. ἤ τίς ἐρεῖ αὐτῷ Τί ἐποίησας;
  1. αὐτὸς γὰρ ἀπέστραπται ὀργήν,
  2. ὑπʼ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπʼ οὐρανόν.
  1. ἐὸν δέ μου ὑπακούσεται, ἦ διακρινεῖ τὰ ῥήματά μου.
  1. ἐὰν γὰρ δίκαιος, οὐκ εἰσακούσεταί μου,
  2. τοῦ κρίματος αὐτοῦ δεηθήσομαι·
  1. ἐάν τε καλέσαν καὶ μὴ ὑπακούσῃ,
  2. οὐ πιστεύω ὅτι εἰσακήκοεν μου.
  1. μὴ γνόφῳ με ἐκτρίψῃς
  2. πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διά κενῆς.
  1. οὐκ ἐῷ γάρ με ἀναπνεῦσαι,
  2. ἐνέπλησεν δέ με πικρίας.
  1. ὅτι μέν γὰρ ἰσχύει, κρατεῖ
  2. τίς οὗν κρίματι αὐτοῦ ἀντιστήσεται;
  1. ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει·
  2. ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.
  1. εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῆ ψυχῇ.
  2. πλὴν ἀφαιρεῖταί μου ἡ ζωή.
[*](U+05D0A)[*](7 ηλιω] + μη ανατελλεῖ| A | κατα δε αγγελων...επενοησεν] pr asterisc U+05D0c.a om A 8 περιπατων] pr και BᵃᵇA pr ο U+05D0 | επι θαλασσης ως επ εδαφους A | επ] επι U+05D0* (επ [ras ι] U+05D0?) | om επι U+05D0* (hab U+05D0c.a a(ᵛⁱᵈ)c.c) 9 Πλιαδα A | ταμεια Bᵃᵇ (-μια B*U+05D0A) 11 υπερβη] αρ post υ et μ post ρ U+05D0* (improb U+05D01 et postea ras U+05D0?) | ου, δ ως (sic) A 12 εαν] pr και A 13 οργη A | αυτου] + δη U+05D0c.a | εκαμφθη A 14 υπακουσεται (-σηται U+05D0)] εισακουση A | διακρινη A 15 εαν] +τε U+05D0c.a A 16 τε) δε U+05D0 | om μη A | υπακουση] εισακουση A 17 γνοφω| pr εν A | συντριμματα] +μου A 18αναπλευσαι U+05D0* (αναπν. U+05D0c.ᵃ) | δε] γαρ U+05D0 19 ισχυι U+05D0Α 21 ησε- βηκα U+05D0 | πλην] διο U+05D0* πλην U+05D0c.a πλην οτι U+05D0c.a A | αφηρηται A)
537
  1. διὸ εἶπον Μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή,
  1. ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ,
  2. ἀλλὰ δίκαιοι καταγελῶνται·
  1. παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς.
  2. πρόσωπα κριτῶν αὐτῆς συνκαλύπτει·
  3. εἰ δὲ μὴ αὐτός ἐστιν, τίς ἐστιν;
  1. ὁ δὲ βίος μού ἐστιν ἐλαφρώτερος δρομέως·
  2. ἀπέδρασαν, καὶ οὐκ εἴδοσαν.
  1. ἢ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ,
  2. ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν
  1. ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν,
  2. συνκύψας τῷ προσώπῳ στενάξω.
  1. σείομαι πᾶσιν τοῖς μέλεσιν,
  2. οἶδα γὰρ ὅτι οὐκ ἀθῷόν με ἐάσεις.