Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἐάν τε καλέσαν καὶ μὴ ὑπακούσῃ,
- οὐ πιστεύω ὅτι εἰσακήκοεν μου.
- μὴ γνόφῳ με ἐκτρίψῃς
- πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διά κενῆς.
- οὐκ ἐῷ γάρ με ἀναπνεῦσαι,
- ἐνέπλησεν δέ με πικρίας.
- ὅτι μέν γὰρ ἰσχύει, κρατεῖ
- τίς οὗν κρίματι αὐτοῦ ἀντιστήσεται;
- ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει·
- ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.
- εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῆ ψυχῇ.
- πλὴν ἀφαιρεῖταί μου ἡ ζωή.
537
- διὸ εἶπον Μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή,
- ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ,
- ἀλλὰ δίκαιοι καταγελῶνται·
- παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς.
- πρόσωπα κριτῶν αὐτῆς συνκαλύπτει·
- εἰ δὲ μὴ αὐτός ἐστιν, τίς ἐστιν;
- ὁ δὲ βίος μού ἐστιν ἐλαφρώτερος δρομέως·
- ἀπέδρασαν, καὶ οὐκ εἴδοσαν.
- ἢ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ,
- ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν
- ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν,
- συνκύψας τῷ προσώπῳ στενάξω.
- σείομαι πᾶσιν τοῖς μέλεσιν,
- οἶδα γὰρ ὅτι οὐκ ἀθῷόν με ἐάσεις.
- ἐπειδὴ δέ εἰμι ἀσεβῆς, διὰ τί οὐκ ἀπέθανον;
- ἐὰν γὰρ ἀπολούσωμαι χιόνι,
- καὶ ἀποκαθάρωμαι χερσὶν καθαραῖς,
- ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας,
- ἐβδελύξατο δέ με ἡ στολή.
- οὐ γὰρ εἶ ἄνθρωπος κατʼ ἐμὲ ᾧ ἀντικρινομαι,
- ἳνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν.
- εἲθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων
- καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων·
- ἀπαλλαξάτω ἀπʼ ἐμοῦ τὴν ῥάβδον,
- ὁ δὲ φόβος αὐτοῦ μή με στροβείτω,
- καὶ οὐ μὴ φοβηθῶ ἀλλὰ λαλήσω·
- οὐ γὰρ οὕτω συνεπίσταμαι,