Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. εἴη δὲ ἀδυνάτῳ ἐλπίς,
  2. ἀδίκου δὲ στόμα ἐμφραχθείη.
  1. μακάριος δὲ ἄνθρωπος ὃν ἤλεγξεν ὁ κύριος·
  2. νουθέτημα δέ Παντοκράτορος μὴ ἀπαναίνου.
  1. αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν·
  2. ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.
  1. ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται,
  2. ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.
  1. ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου,
  2. ἐν πολέμῳ δέ ἐκ χειρὸς σιδήρου λύσει σε.
  1. ἀπὸ μάστιγος γλώσσης σε κρύψει,
  2. καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων.