Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. φόβος δὲ καὶ ἠχὼ νυκτερινή.
  2. ἐπιπίπτων φόβος ἐπʼ ἀνθρώπους,
  1. φρίκη μοι συνήντησεν καὶ τρόμος,
  2. καὶ μεγάλως μου τὰ ὀστᾶ διέσεσεν,
  1. καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν,
  2. ἔφριξαν δέ μου τρίχες καὶ σάρκες.
  1. ἀνέστην, καὶ οὐκ ἐπέγνων·
  2. ἴδον, καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου.
  3. ἀλλ᾿ ἣ αδραν καὶ φωνὴν ἤκουον
  1. Τί γάρ ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ κυρίου
  2. ἣ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ;
  1. εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει,
  2. κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν·