Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ἰὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησεν, τὰ δήματα αὐτοῦ οὐκ ἐν
  2. ἐπιστήμῃ.
  1. οὐ μὴν δὲ ἀλλὰ μάθε. Ἰώβ,
  2. μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες
  1. ἴνα μὴ προσθῶμεν ἐφʼ ἁμαρτίας ἡμῶν,
  2. ἀνομία δὲ ἐφʼ ἡμῖν λογισθήσεται, πολλὰ λαλούντων ὀήματα
  3. ἐναντίον τοῦ κυρίου.
  1. Ὑκπολαβὰν δὲ Ἐλιοῦς λέγει
  1. Τί τοῦτο ἡγήσω ἐν κρίσεις
  2. σύ τἰς εἶ ὅτι εἶπας Δίκαιός εἰμι ἔναντι Κυρίου
[*](28 πενητος U+05D0ᵇᵃAC (ενητος) 29 παρεξεται C | ομου] ομοιου U+05D0* (ομου U+05D0ΑC | U+05D0c.a) 31 om ο λεγων U+05D0* (hab U+05D0 c.a) | ενεχυρασα A 32 ανευ εμαυτου c praec coniung A | om οψομαι U+05D0* (hab U+05D0c.a) | δειξον] διδαξον A | μοι] με A | ηργασαμην]| ειργασαμην BᵇU+05D0c.a C | προσθησω] προσθω A 33 απο] παρα U+05D0Ac | αποισει| αποτιεις C | οτι 1⁰] + συ C | απωσω A | εε γκλεξη] εκδεξῃ U+05D0 κλκλεχψκλεξω A | om ουκ A 34 καρδιας] καρδια U+05D0 c.a Α om C | σοφος] φρονι- μος A 35 om δε A | ελαλησας A ελαλησεl C | τα ρηματα αυτου] τα δε ρηματα αυτ. U+05D0 c.ᵃC τα δε ρηματα σου A 36 om δε U+05D0 (hab U+05D0c.a) | αντα- ποκρισιν] αποκρισιν A 37 αμαρτιαις U+05D0AC | ημιν] ημων C | λογισθησεται] εστε A | λαλουντων] λαλουσιν A | εναντιον] ras aliq B¹ vid ενοντι A | του κυριου] om του A X X XV 1 evan in C 2 συ] σοι U+05D0 | οτι] ο U+05D0*B (οτι U+05D0 c.a) | Κ υριου] + (3) η ερεις (-ρις U+05D0 c.a) τι ποιησω αμαρτων U+05D0 c.a AC)
586
[*](B)
  1. ἐγὼ σοὶ δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶν φίλοις σου.
  1. ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἵδε,
  2. κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ.
  1. εἰ ἥμαρτες, τί πράξεις
  2. εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι;
  1. ἐπεὶ δὲ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ,
  2. ἢ τί ἐκ χειρός σου λήμψεταις
  1. ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου,
  2. καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου.
  1. ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται,
  2. βοήσονται ἀπὸ βραχίονος πολλῶν.
  1. καὶ οὐκ εἶπεν Ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με,
  2. ὁ κατατάσσαων φυλακὰς υυκτερινάς,
  1. ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πετεινῶν
  2. οὐρανοῦ;
  1. ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ,
  2. καὶ ἀπὸ ὕβρεως πονηρῶν.
  1. ἄτοπα γὰρ οὐ βούλεται ὁ κύριος ἰδεῖναὐτὸς
  2. γὰρ ὁ παντοκράτωρ ὄρατής ἐστιν
  1. τῶν συντελούντων
  2. τὰ ἄνομα, καὶ σώσει με.
  3. κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αἰνέσαι αὐτὸν ὡς ἔστιν.
[*](¶C)
  1. καὶ νῦν ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὄργὴν αὐτοῦ¶
  2. καὶ οὐκ ἔγνω παράπτωμά τι
  1. καὶ Ἰὼβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ,
  2. ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει.
  1. Προσθεὶς δὲ Ἐλιοῦς ἔτι λέγει
  1. Μεῖνόν με μικρὸν ἔτι ἵνα διδάξω σε·
  2. ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις.