Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὅς ἐποίησεν τὴν γῆν
  2. τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὐπʼ οὐρανὸν καὶ τὰ ἐνόντα
  3. πάντα;
  1. εἰ γὰρ βούλοιτο συνέχειν, καὶ τὸ πνεῦμα παρʼ αὐτῷ κατασχεῖν,
  1. τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν,
  2. πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται ὅθεν καὶ ἐπλάσθη.
  1. εἰ δὲ μὴ νουθετῇ, ἄκουε ταῦτα,
  2. ἐνωτίζου φωνὴν ῥημάτων.
  1. ἴδε σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηρούς,
  2. ὄντα αἰώνιον δίκαιον.
  1. ἀσεβὴς ὁ λέγων βασιλεῖ Παρανομεῖς.
  2. Ἀσεβέστατε, τοῖς ἄρχουσιν·
  1. ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐντίμου,
  2. οὐδὲ οἶδεν τιμὴν θέσθαι ἁδροῖς, θαυμασθῆναι πρόσωπα
  3. αὐτῶν.
  1. κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός·
  2. ἐχρήσαντο γὰρ παρανόμως, ἐκκλινομένων ἀδυνάτων.
  1. αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων,
  2. λέληθεν δὲ αὐτὸν οὐδὲν ὦν πράσσουσιν·
  1. οὐδὲ ἔσται τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα·
  1. ὅτι οὐκ ἐπʼ ἄνδρα θήσει ἔτι.
  2. ὁ γὰρ κύριος πάντας ἐφορᾷ,
  1. ὁ καταλαμβάνων ἀνεξιχνίαστα,
  2. ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·