Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. εἰ ἐπῆρα ὀρφανῷ χεῖρα, πεποιθὼς ὅτι πολλή μοι βοήθεια
  2. περίεστιν,
  1. ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός,
  2. ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη.
  1. φόβος γὰρ συνέσχεν με,
  2. καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω.
  1. εἰ ἔταξα χρυσίον εἰς χοῦν μου,
  2. εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα,
  1. εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μου γενομένου,
  2. εἰ δὲ καὶ ἐπʼ ἀναριθμήτοις ἐθέμην χεῖρά μου·
  1. ἢ οὐχ ὁρῶμεν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα,
  2. σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπʼ αὐτοῖς ἐστιν·
  1. καὶ εἰ ἠπατήθη λάθρα ἡ καρδία μου,
  2. εἰ δέ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα·
  1. καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη,
  2. ὅτι ἐψευσάμην ἐναντίον Κυρίου τοῦ ὑψίστου.
  1. εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου,
  2. καὶ εἶπεν ἡ καρδία μου Εὖγε·
  1. ἀκούσαι ἄρα τὸ οὗς μου τὴν κατάραν μου,
  2. θρυληθείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος.
  1. εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου Τίς ἂν δῴη ἡμῖν
  2. τῶν σαρκῶν αὐτοῦ πλησθῆναι;
  3. λίαν μου χρηστοῦ ὄντος·
  1. ἔξω δὲ οὐκ ηὐλίζετο ξένος,
  2. ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο·
[*](20 δε] ε U+05D0* (δ superscr U+05D0c.a) | ευλογησαν (.υλογη..C)] ευλογουν A |αμνων] U+05D0AC αρνων A 21 ει] + δε και A | μοι πολλη U+05D0C | περιεστιν] παρεστιν U+05D0A 22 μου 1°] σου U+05D0* (μου U+05D0c.a c.c) | απο της κλ. ο ωμ. μου A | αγκωνος] + μου AC 23 γαρ] + κυ U+05D0AC | συνεσχεν] συνειχεν A | απο] pr και AC | υποισω] οιποισω U+05D0A (in C σω tantum superest) + δολον U+05D0* (improb δ U+05D0c.ᵃ) 25 ευφρανθη U+05D0* (-θην U+05D0c.ᵃ) ηυφρανθην C | γενομενου μου A | μου 1°] μοι U+05D0 om μου C | ει δε και (2°)] και ει A 26 εκλειποντα] εκλιποντα U+05D0 pr και U+05D0* (om και U+05D0 iam ante c.a) A | φθινυθουσαν U+05D0* (φθινουσαν U+05D0?) 27 ει δε] + και U+05D0AC 28 om αρα U+05D0 | ανομια] pr η U+05D0* (om U+05D0c.ᵃ) | η μεγιστη λογισθειη] λογισθειη με- γαλη A | εναντιον] εναντι U+05D0AC 29 ει δε και] και ει δε C | επιχαρις U+05D0* (-ρης U+05D0c.ᵃ) | πτωματι] pr επι U+05D0A | εχθρων] εχθρου A | ειπεν η καρδια] ει ειπον τη κ. A | ευγε] + ευγε AC 30 θρυλληθειην C | om αρα 2° A | om μου 3° A 31 εμπλησθηναι A 32 ευλιζετο A | η δε θυρα] και η θ. A | ανεωκτο] ηνεωκτο U+05D0A διηνεωκτο C)
578
[*](B)
  1. εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου,
  1. οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους τοῦ μὴ ἐξαγορεῦσαι
  2. ἐνώπιον αὐτῶν·
  3. εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ·
  1. τίς δῴη ἀκούοντά μου ;
  2. χεῖρα δὲ Κυρίου εἰ μὴ ἐδεδοίκειν,
  3. συγγραφὴν δὲ ἣν εἶχον κατά τινος
  1. ἐπ᾿ ὤμοις ἂν περιθέμενος
  2. στέφανον ἀνεγίνωσκον,
  1. καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδανκα,
  2. οὐθὲν λαβὼν παρὰ χρεοφιλέτου·
  1. εἰ ἐπʼ ἐμοί ποτε ἡ γῆ ἐστέναξεν,
  2. εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν·
  1. εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς,
  2. εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκλαβὼν ἐλύπησα·
  1. ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη,
  2. ἀντὶ δὲ κριθῆς βάτος.