Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐγὼ ἤμην πατὴρ ἀδυνάτων,
  2. δίκην δὲ ἣν οὐκ ᾔδειν ἐξιχνίασα·
  1. συνέτριψα δὲ μύλας ἀδίκων·
  2. ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα.
  1. εἶπα δέ Ἡ ἡλικία μου γηράσει·
  2. ὥσπερ στέλεχος φοίνικος, πολὺν χρόνον βιώσω·
  1. ἡ ῥίζα διήνοικται ἐπὶ ὑδατος,
  2. καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου·
  1. ἡ δόξα μου καινὴ μετʼ ἐμοῦ,
  2. καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύεται.