Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- τάξιν ἔθετο σκότει,
- καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται·
- λίθος σκοτίας καὶ σκιὰ θανάτου,
- διακοπὴ χειμάρρου ἀπὸ κονίας·
- οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν ἐκ βροτῶν.
- γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος,
- ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ.
- τόπος σαπφείρου οἱ λίθοι αὐτῆς, [*](15 χηρας δε] και χ. A χ. τε C | ουθεις] ουδεις A ου.... C 16 χρυσιον U+05D0AC τοιμαση A 17 ταυτα] + δε U+05D0 18 σητος A | αραχνη (-ναι U+05D0)] + ο πλου- ος αυτου A 19 κοιμηθεις] κοιμηθησεται U+05D0c.ᵃ C | om και 1° A | ου] + μη U+05D0 | φθαλμους (μος A)] + δε U+05D0 20 συνηντησαν] κοιμηθεντι συναντησονται A | υδωρ] σητες U+05D0* (υδ. U+05D0c.c) | αι οδυναι] om αι A | υφιλατο U+05D0A | γνοφος] αιλαψ U+05D0 21 αναλημψεται (αναλαμψ. C ) δε] και αναλημψ. U+05D0 om δε AC 2 επιριψει] απορειψει A | αυτον] pr επ U+05D0c.ᵃC | φεισεται] γνωσεται C 3 αυτου 1°] αυτους U+05D0* αυτον U+05D0c.ᵃ (mox revoc -τους) A | ουτων] αυτου AC XXVIII 1 αργυριου U+05D0* (-ριω U+05D0c.c) | χρυσιω U+05D0c.cAC 3 παν] καιρων A | υτος] αυτους A | σκοτιας] σκοτια U+05D0AC 4 επιλαθανομενοι C | οδον ικαιαν] οδους δικαιοσυνης A 5 ωσει] ως A 6 οι λιθοι] pr και A)
- καὶ χῶμα χρυσίον αὐτῷ.
570
[*](B)- τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν,
- καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός·
- καὶ οὐκ ἐπάτησαν αὐτὸν υἱοὶ ἀλαζόνων,
- οὐ παρῆλθεν ἐπʼ αὐτῆς λέων.
- ἐν ἀκροτόμῳ ἐξέτεινεν χεῖρα αὐτοῦ,
- κατέστρεψεν δὲ ἐκ ῥιζῶν ὄρη·
- δίνας δὲ ποταμῶν ἔρρηξεν,
- πᾶν δὲ ἔντιμον ἴδεν μου ὁ ὀφθαλμός·
- βάθη δὲ ποταμῶν ἀνεκάλυψεν,
- ἔδειξεν δὲ ἑαυτοῦ δύναμιν εἰς φῶς.
- ἡ δὲ σοφία πόθεν εὑρέθη;
- ποῖος δὲ τόπος ἐστὶν τῆς ἐπιστήμης;
- οὐκ οἶδεν βροτὸς ὁδὸν αὐτῆς,
- οὐδὲ μὴν εὑρέθη ἐν ἀνθρώποις.
- ἄβυσσος εἶπεν Οὐκ ἔνεστιν ἐν ἐμοί·
- καὶ ἡ θάλασσα εἶπεν Οὐκ ἔνεστιν μετʼ ἐμοῦ.
- οὐ δώσει συνκλεισμὸν ἀντʼ αὐτῆς,
- καὶ οὐ σταθήσεται αὐτῇ ἀργύριον ἀντάλλαγμα αὐτῆς·
- καὶ οὐ συνβασταχθήσεται χρυσίῳ Σωφείρ ,
- ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ·
- οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος,
- καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ.
- μετέωρα καὶ γαβεὶς οὐ μνησθήσεται,
- καὶ ἕλκυσον σοφίαν ὑπέρ τὰ ἐσώτατα·
- οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας,
- χρυσίῳ καθαρῷ οὐ συνβασταχτήσεται.
571
- ἡ δὲ σοφία πόθεν εὑρέθη; [*](B)
- ποῖος δὲ τόπος ἐστὶν τῆς συνέσεως;
- λέληθεν πάντα ἄνθρωπον,
- καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη.
- ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν
- Ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος.