Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον,
- ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον,
- ταῦτα πάντα δίκαιοι περιποιήσονται,
- τὰ δέ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν.
- ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὅσπερ σῆτες καὶ ὅσπερ ἀράχνη.
- πλούσιος κοιμηθεὶς καὶ οὐ προσθήσει,
- ὀφθαλμοὺς αὐτοῦ διήνοιξεν καὶ οὐκ ἔστιν.
- συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι,
- νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος·