Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- τί γὰρ μέλει τῷ κυρίῳ ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος; [*](U+05D0AC)[*](24 ενκατα U+05D0 | πληρης BU+05D0AC | μυελος δε] ο δε μ. A | αυτου 2⁰] ουτων U+05D0 25 δε] + γε A | πικρια U+05D0* (πικριας U+05D0c.a) | om ουδεν U+05D0* (hab συθεν U+05D0c.a) 26 δε 1⁰] + οι υιοι αυτου A | κοιμωνται] + οι υιοι αυτου U+05D0c.a ᵐ κοιμηθησονται A | εκαλυψεν] + επι γης A 28 ωστε] οτι C | ερειται AC | αρχοντος] αρχαιος A η σκεπη] om η A 29 παραπορευομενους] πορευομενους C | απαλλοτριω- σετε] απαλλοτριωσεται U+05D0C απολλοτριωθησεται (sic) A 30 εις 1⁰] η.ς C* | απωλιας U+05D0 | εις 2⁰] pr και A | απαχθησεται U+05D0c.a ⁽ᵛⁱᵈ⁾A 31 απαγγελει απαγγελλει U+05D0 αναγγελει C | προσωπον U+05D0c.a (ᵛⁱᵈ⁾A | om α U+05D0C 32 omαυ- τος 2⁰ U+05D0c.a ᵃAC | σωρων] σωρω U+05D0 σορω A 33 αναριθμητοι] αριθμητοι A 34 με παρακαλειτε C | εμε καταπαυσασθαι αφ υμων] εμε καταπαυσεσθε αφ υ. U+05D0 αφ υ. καταπαυσαι με A εμε καταπαυσασθαι αφ ημων C | ουδεν] + εστιν A XXII 1 evan in C | Ελιφας U+05D0 Ελιφαζ A Θαιμανιτης U+05D0 Θεμανιτης A 2 συνεσιν] pr σ initio lim quasi inc stich U+05D0* 3 ησθα] ης A | αμεμπτος τοις εργοις A)
- ἤ ὠφελία ὅτι ἀπώσῃς τὴν ὁδόν σου;
561
- ἢ λόγον σου ποιούμενος ἐλέγξει σε, καὶ συνεισελεύσεταί
- σοι εἰς κρίσιν;
- πότερον οὐχ ἡ κακία σού ἐστιν πολλή,
- ἀναρίθμητοι δέ σού εἰσιν αἱ ἁμαρτίαι;
- ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διὰ κενῆς.
- ἀμφίασιν δὲ γυμνῶν ἀφείλου·
- οὐδὲ ὕδωρ διψῶντας ἐπότισας,
- ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν·
- ἐθαύμασας δέ τινων πρόσωπον,
- ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς·
- χήρας δὲ ἐξαπέστειλας κενάς.
- ὀρφανοὺς δὲ ἐκάκωσας.
- τοιγαροῦν ἐκύκλωσάν σε παγίδες,
- καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσιος.
- τὸ φῶς σοι σκότος ἀπέβη,
- κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν.