Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ῾Υπολαβὼν δὲ Ἰὼβ λέγει
  1. Ἀκούσατε, ἀκούσατέ μου τῶν λόγων,
  2. ἴνα μὴ ᾖ μοι παρʼ ὑμῶν αὕτη ἡ παράκλησις.
  1. ἄρατέ με, ἐγὼ δὲ λαλήσω,
  2. κἶτ᾿ οὐ καταγελάσετέ μου.
  1. τί γάρ μὴ ἀνθρώπου μου ἡ ἔλεγξις
  2. ἤ διὰ τί οὐ θυμωθήσομαι
  1. εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσετε,
  2. χεῖρα θέντες ἐπὶ σιαγόνι.
  1. ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα,
  2. ἔχουσιν δέ μου τὰς σάρκας ὀδύναι.
  1. διὰ τί ἀσεβεῖς ζῶσιν,
  2. πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ;
  1. ὁ σπόρος αὐτῶν κατὰ ψυχὴν,
  2. τὸ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς.
  1. οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ,
  2. μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν αὐτοῖς.