Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία,
  2. κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ,
  1. οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτήν·
  2. καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ,
  1. καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ·
  2. χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ.
  1. πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεσθήσεται,
  2. ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος.
[*](U+05D0AC)[*](3 παιδιαν U+05D0AC | μου] σου U+05D0c.a (postea restit μου) A | συνεσεως (συνεως | C)] + σου A | αποκριθησεται] αποκρινεται BᵃᵇU+05D0 (-τε) AC 4 απο του] | απ αυτου Bᵇ omI U+05D0 | om ετι U+05D0 | αφ] απ U+05D0* (αφ U+05D0¹) 5 δε 1⁰] γαρ AC | παρανομων] ασεβων A | απωλια U+05D0 6 τα δωρα αυτου A 7 οταν] ταν U+05D0* (pr ο U+05D01 c.cᵐᵍ) | om γαρ A | κατεστηριχθαι] εστηριχθαι A (-θε) C | οι δε ειδοτες (ιδοτες A)] οι δε ιδοντες U+05D0 και οι ειδοτες ιδοντες C 8 φασμα] θαυμα U+05D0* (φασμα U+05D0c.a) φαντασμα A 9 προσθησεται U+05D0* (προσθησει U+05D0c.a) | ουκ ετι] ου A | προσνοησει] προνοησει c | αυτου] + ουκ ετι A 10 ολεσαισαν] θλασιαν A | πυρσευσαισαν] πυρσαισαν U+05D0* πυρσαισευσαν (sic) U+05D0c.a ψηλαφη- σουσιν A | οδυνας BᵃᵇU+05D0c.a AC 11 ενεπλησαν U+05D0* (-πλησθησαν U+05D0c.a) ενε· πλησθη A 12 om εαν A | εγλυκανθη A 13 εγκαταλειψει Bᵃᵇ (εγκα- ταλιψει B* εγκαλιψει C)] ενκαταλιψει U+05D0A (-ψι) | εν μεσω] εκ μεσου C 14 αυτου] + και πονος·| A 15 εξεμεσθησεται (εξεμεθ. BᵇU+05D0c.aC)] +εκ κοιλιας αυτου A | οικιας] + δε A | om αυτου C | εξελκυσαι C | αγγελος] + θανατου A)
557
  1. θυμὸν δὲ δρακόντων θηλάσειεν,
  2. ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄφεως.
  1. μὴ δοι ἴμελξιν νομάδων
  2. μηδέ νομὰς μέλιτος καὶ βουτύρου.
  1. εἰς κενὰ καὶ μάταια ἐκοπίασεν,
  2. πλοῦτον ἐξ οὗ οὐ γεύσεται
  3. ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος.
  1. πολλῶν γὰρ δυνατῶν οἴκους ἔθλασεν·
  2. δίαιταν δὲ ἥρπασεν, καὶ οὐκ ἔστησεν.
  1. οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν,
  2. ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται.