Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες,
  2. αἱ δέ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύναις.
  1. ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ,
  2. καὶ μετʼ αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται.
  1. ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία,
  2. κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ,
  1. οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτήν·
  2. καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ,
  1. καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ·
  2. χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ.
  1. πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεσθήσεται,
  2. ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος.
[*](U+05D0AC)[*](3 παιδιαν U+05D0AC | μου] σου U+05D0c.a (postea restit μου) A | συνεσεως (συνεως | C)] + σου A | αποκριθησεται] αποκρινεται BᵃᵇU+05D0 (-τε) AC 4 απο του] | απ αυτου Bᵇ omI U+05D0 | om ετι U+05D0 | αφ] απ U+05D0* (αφ U+05D0¹) 5 δε 1⁰] γαρ AC | παρανομων] ασεβων A | απωλια U+05D0 6 τα δωρα αυτου A 7 οταν] ταν U+05D0* (pr ο U+05D01 c.cᵐᵍ) | om γαρ A | κατεστηριχθαι] εστηριχθαι A (-θε) C | οι δε ειδοτες (ιδοτες A)] οι δε ιδοντες U+05D0 και οι ειδοτες ιδοντες C 8 φασμα] θαυμα U+05D0* (φασμα U+05D0c.a) φαντασμα A 9 προσθησεται U+05D0* (προσθησει U+05D0c.a) | ουκ ετι] ου A | προσνοησει] προνοησει c | αυτου] + ουκ ετι A 10 ολεσαισαν] θλασιαν A | πυρσευσαισαν] πυρσαισαν U+05D0* πυρσαισευσαν (sic) U+05D0c.a ψηλαφη- σουσιν A | οδυνας BᵃᵇU+05D0c.a AC 11 ενεπλησαν U+05D0* (-πλησθησαν U+05D0c.a) ενε· πλησθη A 12 om εαν A | εγλυκανθη A 13 εγκαταλειψει Bᵃᵇ (εγκα- ταλιψει B* εγκαλιψει C)] ενκαταλιψει U+05D0A (-ψι) | εν μεσω] εκ μεσου C 14 αυτου] + και πονος·| A 15 εξεμεσθησεται (εξεμεθ. BᵇU+05D0c.aC)] +εκ κοιλιας αυτου A | οικιας] + δε A | om αυτου C | εξελκυσαι C | αγγελος] + θανατου A)
557
  1. θυμὸν δὲ δρακόντων θηλάσειεν,
  2. ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄφεως.
  1. μὴ δοι ἴμελξιν νομάδων
  2. μηδέ νομὰς μέλιτος καὶ βουτύρου.
  1. εἰς κενὰ καὶ μάταια ἐκοπίασεν,
  2. πλοῦτον ἐξ οὗ οὐ γεύσεται
  3. ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος.
  1. πολλῶν γὰρ δυνατῶν οἴκους ἔθλασεν·
  2. δίαιταν δὲ ἥρπασεν, καὶ οὐκ ἔστησεν.
  1. οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν,
  2. ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται.
  1. οὐκ ἔστιν ὑπόλιμμα τοῖς βρώμασιν αὐτοῦ,
  2. διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά.
  1. ὅταν δὲ δοκῆ ᾔδη πεπληρῶσθαι, θλβήσεται,
  2. πᾶσα δὲ ἀνάγκη ἐπʼ αὐτὸν ἐπελεύσεται.
  1. εἴ πως πληρώσαι γαστέρα αὐτοῦ,
  2. ἐπαποστείλαι ἐπʼ αὐτὸν θυμὸν ὀργῆς.
  3. νίψαι ἐπʼ αὐτὸν ὀδύνας·
  1. καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου,
  2. τρώσαι αὐτὸν τόξον χάλκειον·
  1. διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος,
  2. ἄστρα δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν·
  3. ἐπʼ αὐτῷ φόβοι,
  1. πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι
  2. [*](16 θυμος A | θηλασει A | ανελοι δε] και ανελοι A 17 ειδοι C 18 κε- U+05D0AC α] καινα U+05D0 | πλουτον] pr σχοιη δε A | στριφνος Bᵇ (στρειφν. B* adnot το ευρώδες κρεας των βοων·] εστιν δε και βοτανη ἄβρωτος δια τουτο δε ακαταπο ος*| επειδη κ αμασητος εστιν | ἔστιν δε κ το του χαλινου| μασημα· και ομφά ινος οπώρα —Bᵃᵐᵍ) U+05D0*C] στρυχνος U+05D0c.a (mox restit στριφν.) στρυχνον A μασητον A | ακαταποτος] ακαταπατητον A 19 δυνατων] αδυνατων U+05D0c.a AC | εθλασεν] εθρασεν A | διαιταν] δι αιτιαν C | δε] γαρ + αυτων U+05D0c.a (mox lel) A | ηρπασεν] .πασεν C ras 1 lit ante π et superscr ε vel σ C?) 20 ουκ] r δια τουτο U+05D0c.a (rurs del) A | εστιν] εστη A | σωτηρια αυτου U+05D0 αυτω σωτ. A | τοις υπαρχουσιν] εν τ. υ. αυτου ουδε νθησει αυτου τα αγαθα A | m ου U+05D0* (hab ου U+05D0c.a) 21 υπολειμμα Bᵃᵇ | om δια τουτο...τα γαθα A 22 om δε 1⁰ AC | πεπληρωσθαι] ειρηνευειν C 23 ει πως ει τληρωσαι ΒU+05D0 (ει πως πληρωσαι U+05D0c.a ει 2⁰ postea revoc) και πληρωσει (c praec oniung) A ει πως κληρωσαι C | νιψαι (νειψ. U+05D0*)] ρειψαι U+05D0* (νειψ. postea evoc) ριψαι δε A 24 τρωσαι] + δε A | χαλκαιον A χαλκιον C 25 διεξ λθοι] pr και A | αστρα] ανδρα A | διαιτη U+05D0 περιπατησαισαν] μη περιπα- ησαι A 26 παν δε] και παν A | αυτω] αυτον A)
    558
    [*](B)
  3. κατέδεται αὐτὸν πῦρ ἄκαυστον,
  4. κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον.
  1. ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας,
  2. γῆ δὲ ἐπανασταίη αὐτῷ.
  1. ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπωλία εἰς τέλος,
  2. ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ.
  1. αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου,
  2. καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου.