Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Μέχρι τίνος οὐ παύσῃ;
- ἐπίσχες, ἴνα καὶ αὐτοὶ λαλήσωμεν.
- διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου;
- κέχρηταί σοι ὀργή.
- τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπʼ οὐρανόν;
- ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων
- καὶ φῶς ἀσεβῶν σβεσθήσεται,
- καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ.
- τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ,
- ὁ δὲ λύχνος αὐτῷ σβεσθήσεται.
- θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ,
- σφάλαι δὲ αὐτοῦ ἡ βουλή.
- ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι.
- ἐν δικτύῳ ἑλιχθείη.
- ἒλθοισαν δὲ ἐπʼ αὐτὸν παγίδες.¶
- κατισχύσει ἐπʼ αὐτὸν διψῶντας.
- κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ,
- καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων.
- κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι·
- πολλοὶ δὲ περὶ πόδα αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ,
- πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον.
- βραωθείησαν αὐτοῦ κλῶνες ποδῶν,
- κατέδεται δὲ τὰ ὡραῖα αὐτοῦ θάνατος.
- ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις,
- σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ.
553
- κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ,
- κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ.
- ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται,
- καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ.
- τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς.
- καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω·
- ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος.
- οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ,
- οὐδὲ σεσωσμένος ἐν τῇ ὑπʼ οὐρανὸν ὁ οἶκος αὐτοῦ,
- ἀλλ᾿ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι.
- ἐπ᾿ αὐτῷ ἐστέναξαν ἔσχατοι,
- πρώτους δὲ ἔσχεν θαῦμα.
- οὗτοί εἰσιν οἱ οἶκοι ἀδίκων,
- οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν κύριον.