Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ οὐκ οἶδεν,
- ἐὸν δὲ ὀλίγοι γένωνται, οὐκ ἐπίσταται·
- ἀλλ᾿ ἤ αἱ σάρκες αὐτοῦ ἤλγησαν, ἡ δὲ ψυχὴ αὐτοῦ
- ἐπένθησεν.
- γπολαβὼν δὲ Ἐλειφὰς ὁ Θαιμανείτης λέγει
- Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος,
- καὶ ἐνέπλησεν πόνον γαστρός,
- ἐλέγχων ἐν ῥήμασιν οἷς
- οὐ δεῖ
- ἐν λόγοις οἷς οὐδεν ὄφελος;
- οὐ καὶ σὺ ἀπεποιήσω φόβον,
- συνετελέσω δὲ ῥήματα τοιαῦτα ἔναντι τοῦ κυρίου;
- ἔνοχος εἶ ῥήμασιν στόματός σου,
- οὐδὲ διέκρινας ῥήματα δυναστῶν·
- ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ,
- τὰ δέ χείλη σου καταμαρτυρήσουσίν σου.
- τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγενήθης;
- ἤ πρὸ θινῶν ἐπάγης
- ἤ σύνταγμα Κυρίου ἀκήκοας
- εἰς δὲ σὲ ἀφίκετο σοφία;
- τί γὰρ οἶδας ὅ οὐκ οἴδαμεν;
- ἤ τί συνίεις ὅ οὐ καὶ ἡμεῖς;
- καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν, [*](U+05D0AC)[*](19 ελεανεν A | της γης sup ras Bᵃ 20 εις] ει C | επεστησας] pr και A | προσωπον] + σου A | εξαπεστειλας] εξαπεσταλη A 21 δε 2⁰] τε A | επιστανται U+05D0* (-σταται U+05D0c.a) απισταται C 22 αυτου 2⁰] +επ αυτω A ΧV 1 evan in C | Ελιφαζ U+05D0A | Θαιμανιτης U+05D0 Θεμανιτις A 2 ποτερον] τινα αρα A | συνεως C | πνευματος] πνς B* πνευματος A πνα BbU+05D0*C (πνατος U+05D0c.a) | και ενεπλησεν] εμπλησει δε A 3 ελεγχων] +με A | οις ου δει] κενοις A 4 ου] οτι A | om και U+05D0c.a (postea restit) | συ] σοι BAC | του κυριου] om του AC 5 ουδε] ουδεν U+05D0 και ου A ου C | δια. εκρινας U+05D0* (διεκρ. U+05D0c.a) | ρηματα B*U+05D0c.aA] A] ρημα BᵃᵇU+05D0* 6 ελεγξῃ A | καταμαρτυρησουσιν] καταμαρτυρησε A -σει A¹fort -σαισαν (C 7 ανθρω πων] ανος A | εγεννηθης AC 8 εις δε] η εις A 9 συνιεις] +συ Bab συ νοησεις A | ου] ουχι BᵃᵇU+05D0c.a⁽ᵛiᵈ)c.c AC (-χει))
- βαρύτερος τοῦ πατρός σου ἡμέραις.
547
- ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι,
- μεγάλως ὑπερβαλλόντως λελάληκας.
- τί ἐτόλμησεν ἡ καρδία σου
- ἤ τί ἐπήνεγκαν οἱ ὀφθαλμοί σου,
- ὅτι θυμὸν ἔρρηξας ἔναντι Κυρίου,
- ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα;
- τίς γὰρ ὤν βροτός, ὅτι ἔσται ἄμεμπτος,
- ἤ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός
- εἰ κατὰ ἁγίων οὐ πιστεύει,
- οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ.
- ἴα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος,
- ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ.
- ἀναγγελῶ δέ σοι, ἄκουέ μου.
- ἂ δὴ ἑώρακα ἀναγγελῶ σοι.
- ἃ σοφοὶ ἐροῦσιν, οὐκ ἔκρυψαν πατέρας αὐτῶν·