Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ΑΝΘΡΩΠΟΣ τις ἦν ἐν χῶρᾳ τῇ Αὐσίτιδι ᾧ ὄνομα Ἰὼβ·
  2. [*](Β)
  3. καὶ ἣν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος, δίκαιος.
  4. θεοσεβής,
  5. ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
  1. ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς.
  1. καὶ ἣν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια,
  2. κάμηλοι τρισχίλιαι,
  3. ζεύγη βοῶν πεντακόσια,
  4. ὄνοι θήλειαι νομάδες πεντακόσιαι.
  5. καὶ ὑπηρεσία πολλὴ σφόδρα
  6. καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς·
  7. καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφʼ ἡλίου ἀνατολῶν.
  1. συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους
  2. ἐποιοῦσαν πότον καθʼ ἑκάστην ἡμέραν,
  3. συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν
  4. ἐσθίειν καὶ πίνειν μετʼ αὐτῶν.
  1. καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου,
  2. ἀπέστελλεν Ἰὼ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ
  3. πρωί,
  4. καὶ προσέφερεν περὶ αὐτῶν θυσίαν κατὰ τὸν ἀριθμὸν αὐτῶν
  5. καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν·
  6. [*](1 om τις A | Αυσειτιδι U+05D0 | αμεμπτος δικαιος αληθεινος A 3 τρισχι- U+05D0A υοι A | πεντακοσιαι] πεντακοσιοι A 4 συνπορευομενοι U+05D0 | αυτου οι υιοι * (οι υιοι αυτου U+05D0c.ᵃ) | αλληλους] εαυτους U+05D0* (αλλ. U+05D0c.ᵃ) | εποιουσαν] εποιουν U+05D0c.ᵃA | συνπαραλαμβανοντες U+05D0 5 συνεελεσθησαν U+05D0* (σyνει. U+05D0¹) | απε- σειλεν A | και προσεφερεν] προσεφερεν τε A | περι ουτων θυσιαν] π. αυτ. υσιας U+05D0c.a θυσιας π. αυτ. A | αριθμον] καθαρισμον U+05D0* (αριθμ. U+05D0c.ᵃ) | περι ⁰) υπερ A)
    520
    [*](Β)
  7. ἔλεγεν γὰρ Ἰώβ Μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν
  8. κακὰ ἐνενόησαν πρὸς θεόν.
  9. οὕτως οὖν ἐποίει Ἰὼβ πάσας τὰς ἡμέρας.