Canticum

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ἀδελφός μου κατέβη εἰς κῆπον αὐτοῦ
  2. εἰς φιάλας τοῦ ἀρῶματος,
  3. ποιμαίνειν ἐν κήποις καὶ συλλέγειν κρίνα.
  1. ἐγκ τῷ ἀδελφιδῷ μου καὶ ἀδελφιδός μου ἐμοί,
  2. ὁ ποιμαίνων ἐν τοῖς κρίνοις.
  1. Καλὴ εἶ πλησίον μου, ὡς εὐδοκία,
  2. ὡραία ὡς Ἰερουσαλὴμ,
  3. θάμβος ὡς τεταγμέναι.
  1. ἀπόστρεψον ὀφθαλμούς σου ἀπεναντίον μου,
  2. ὅτι αὐτοὶ ἀνεπτέραοσαν με.
  3. [*](U+05D0A)[*](10 απο] εκ U+05D0* (απο U+05D0c.ᵃ) 11 και φαζ) καιφαζ Bb κεφαζ U+05D0 12 οφθαλ | μοι] pr οi U+05D0A | λελουμεναι U+05D0Α | πληρωματα 2⁰] + υδατων U+05D0A 13 φιαλες | A | ζαιυρναν U+05D0 15 βασις U+05D0A |ιδος A 17 που 1⁰] pr πυνθανονται της νυμ. | φηςl αι θυγατερες Ιηλμ πουl απηλθεν ο αδελφιδος] αυτης U+05D0 V 1 1 αδελφος] αδελφιδος U+05D0A pr η δε νυμφη αποκρινεται U+05D0 | αυτου] μου A 2 αδελφιδος] pr ο U+05D0A 3 καλη] pr ο νυμφιος προς την νυμφην U+05D0 pr ο νυμφιος A | ει] η U+05D0 4 απεναντιον μου οφθ. σου | μου] εμου A)
    515
  4. τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν
  5. [*](B)
  6. αἳ ἀνεφάνησαν ἀπὸ τοῦ Γαλαὰδ,
  1. ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων
  2. αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ,
  3. αἱ πᾶσαι διδυμεύουσαι,
  4. καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς.
  5. ὡς σπαρτίον τὸ κόκκινον χείλη σου,
  6. καὶ ἡ λαλιά σου ὡραία.
  1. ὡς λέπυρον ῥόας μῆλόν σου
  2. ἐκτὸς τῆς σιωπήσεως σου.
  1. ἐξήκοντά εἰσιν βασίύισσαι, καὶ ὀγδοήκοντα παλλακαί,
  2. καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός·
  1. μία ἐστὶν περιστερά μου, τελεία μου,
  2. μία ἐστὶν τῇ μητρὶ αὐτῆς,
  3. ἐκλεκτή ἐστιν τῇ τεκούσῃ αὐτῆς.
  4. εἴδοσαν αὐτὴν θυγατέρες καὶ ναεαοωῦσιν αὐτήν,
  5. βασίλισσαι καί γε παλλακαί, καὶ αἰνέσουσιν αὐτήν.
  1. Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος.
  2. καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἥλιος,
  3. θάμβος ὡς τεταγμέναις
  1. Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γενήμασιν τοῦ
  2. χειμάρρου,
  3. ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος,
  4. ἐξήνθησαν αἱ ῥόαι·
  5. ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.
  1. οὐκ ἔγνω ἡ ψυχή μου· ἔθετό με ἄρματα Ἀμειναδάβ.
  1. Ἐπίστρεφε, ἐπίστρεφε, ἡ Σουμανεῖτις·