Canticum
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- κῆπος κεκλεισμένος ἀδελφή μου νύμφη,
- κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη·
- ἀποστολαί σου παράδεισος μετὰ καρποῦ ἀκροδρύων,
- κύπροι μετὰ νάρδων·
- νάρδος καὶ κρόκος,
- κάλαμος καὶ κιννάμαωμον
- μετὰ πάντων ξύλων τοῦ Λιβάνου,
- σμύρνα ἀλὼθ μετὰ πάνταον πρώτων μύρων·
- πηγὴ κήπου καὶ φρέαρ ὕδατος ζῶντος
- καὶ ῥοιζοῦντος ἀπὸ τοῦ Λιβάνου.
- Ἐξεγέρθητι, βορρᾶ· καὶ ἔρχου. νότε,
- καὶ διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου.
- καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ
- καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.
- (¹)Εἰοῆλθον εἰς κῆπον, ἀδελφή μου νύμφη·
- ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου,
- ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου,
- ἔπιον οἶνόν μου μετὰ γάλακτός μου.
- φάγετε, πλησίοι, καὶ πίετε καὶ μεθύσθητε, ἀδελφοί
- Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ [*](U+05D0A)[*](9 μια] ενι U+05D0c.a | τραχηλου U+05D0A 10 σου 1⁰] +αδελφη μου (νου U+05D0* μου U+05D01) νυμφη| οτι εκαλλιωθησαν (-ωθη U+05D0) μαστοι σου Bᵇ⁽ᵛⁱᵈ)U+05D0A | ιματιων] μυρων U+05D0 | αρωματα] pr τα U+05D0A 13 αποστολη U+05D0c.a (-λαι U+05D0*c.a) | παραδεισος] +ροων U+05D0c.a A* (ras ρ. A?) 14 καλαμον U+05D0* (-μος U+05D0c.a) | κιναμμωμον U+05D0* (κινναμωμος U+05D0c.a) | Λιβανου] Λαβανου U+05D0*ᵛⁱᵈ | ζμυρνα U+05D0 | αλωθ] αλοη U+05D0 pr και U+05D0c.a | πρωτων] των A* (πρωτ. Aᵃ) 15 κηπου] κηπων U+05D0A | om και 1⁰ U+05D0A 16 εξεγερθητι] pr η νυμφη Aᵃ?ᵐᵍ | om και 2⁰ A V 1 καταβητω] pr η νυμφη αιτειται τον πρα ινα| καταβη ο νυμφιος αυτου U+05D0 | αυτου 1⁰] μου A | εισηλθον] pr ο νυμφιος προς την νυμφην U+05D0 pr ο νυμφιος A | κηπον 2⁰] + μου U+05D0c.aA | σμυρναν] σταφυλην U+05D0 | φαγετε] pr τοις πλησιον ο νυμφιος U+05D0 | πλησιοι] οι πλησιον μου U+05D0c.a οι πλησιον A)
- φωνὴ ἀδελφιδοῦ μου, κρούει ἐπὶ τὴν θύραν [*](Β)
- Ἄνοιξόν μοι, ἀδελφή μου, ἡ πλησίον μου.
- περιστερά μου, τελεία μου,
- ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου
- καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός.
513
- ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσωμαι αὐτόν;
- ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς;
- ἀδελφιδός μου ἀπέστειλεν χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς.
- καὶ ἡ κοιλία μου ἐθροήθη ἐπʼ αὐτόν.
- ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου.
- χεῖρές μου ἔσταξαν σμύρναν,
- δάκτυλοί μου σμύρναν πλήρη
- ἐπὶ χεῖρας τοῦ κλείθρου.
- ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου,
- ἀδελφιδός μου παρῆλθεν·
- ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ·
- ἐζήτησα αὐτὸν καὶ οὐχ εὖρον αὐτόν,
- ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέν μου.