Canticum

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐπὶ κοίτην μου ἐν νυξὶν
  2. ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου·
  3. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν,
  4. ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέν μου.
  1. ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει,
  2. ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις,
  3. καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου·
  4. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν.
  1. εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει
  2. [*](11 om ιδου U+05D0* (hab U+05D0c.a) 12 εφθακεν (-κε C)] εφθασεν U+05D0 | της τρυγ. U+05D0AC |C 14 την φωνην] ην φωνην sup ras U+05D01fort 15— 17 multa nuer in C 15 πιασατε] pr τοις νεανιαις| ο νυμφιος· ταδε U+05D0 | om και (hab κ U+05D0c.a) | κυπριζουσιν U+05D0AC 16 αδελφιδος] pr η νυμφη ταδε η ημερα] om η A | αποστρεψον] pr η νυμφη A | αδελφιδε] + μου U+05D0AC | φων U+05D0* (ελ U+05D0¹) | ορη] pr τα C III 1—9 plurima even in C m δη (nisi potius και) Civd om και 1⁰ A | πλατιαις B*ᵛⁱᵈU+05D0A (-πειαις B?C) ροσαν] pr εκαλεσα αυτον και ουχ υπηκουσεν μου AC)
    510
    [*](B)
  3. Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε;
  1. ὡς μικρὸν ὅτε παρῆλθον ἀπʼ αὐτῶν,
  2. ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου·
  3. ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν,
  4. ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου
  5. καὶ εἰς ταμεῖον τῆς συλλαβούσης με.
  1. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ,
  2. ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ,
  3. ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήσῃ.
  1. Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου.
  2. ὡς στελέχη καπνοῦ τεθυμιαμένη
  3. σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ;
  1. ἰδοὺ ἡ κλίνη τοῦ Σαλωμών,
  2. ἐξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς
  3. ἀπὸ δυνατῶν Ἰσραήλ·
  1. πάντες κατέχοντες ῥομφαίαν,
  2. δεδιδαγμένοι πόλεμον·
  3. ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ μηρὸν αὐτοῦ
  4. ἀπὸ θάμβους ἐν νυξίν.
[*](¶ C)
  1. φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμὼν¶
  2. ἀπὸ ξύλων τοῦ Λιβάνου·
  1. στύλους αὐτοῦ ἐποίησεν ἀργύριον,
  2. καὶ ἀνάκλιτον αὐτοῦ χρύσεον·
  3. ἐπίβασις αὐτοῦ πορφυρᾶ,
  4. ἐντὸς αὐτοῦ λιθόστρωτον,
  5. ἀγάπην ἀπὸ θυγατέρων Ἰερουσαλήμ.
  1. ἐξέλθατε καὶ ἴδετε
  2. ἐν τῷ βασιλεῖ Σαλωμών,
  3. [*](U+05D0AC)[*](3 μη ον ηγαπ.] pr η νυμφη τοις φυλαξιν ειπεν U+05D0 | ιδετε BᵇAC 4 εκρ τησα] pr ευρουσα τον νυμφιον ειπεν : mox in txt pr ευρουσα αυτον U+05D0 | αφηκ αφησω A | μητρος] pr της C | ταμειον BᵃC (-μιον B*bU+05D0)] ταμιειον A 5 κισα] pr τας νεανιδας ορκιζει η νυμφη) τουτο δευτερον U+05D0 6 τις αυτη] ο νυμφιος προς την νυμφην U+05D0 pr ο νυμφιος A | ωστελεχη A | ζμυρναν μυρεψικου U+05D0* (-ψου U+05D0c.a) 7 Σολομων U+05D0 8 ρομφαια] ρομφαιαν U+05D0Cvid μηρον] pr τον C 9 φοριον U+05D0Α hiat C | Σαλωμων] Σολομων U+05D0: cett peri in C | ξυλου U+05D0 10 χρυσιον U+05D0 | επιβασεις A 11 ιδετε] + θυγατε Σιω| Α | Σαλωμων] U+05D0 + θυγατερες Σιων U+05D0c.a)
    511
  4. ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ
  5. ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ
  6. καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ.