Canticum
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοί.
- ἐν ἀμπελῶσιν Ἐνγαδδεί.
- Ἰδοὺ εἶ καλή, ἡ πλησίν μου.
- ἰδοὺ εἶ καλή· ὀφθαλμοί σου περιστεραί.
- Ἰδοὺ εἶ καλός. ἀδελφιδός μου.
- καί γε ὡραῖος· πρὸς κλίνῃ ἡμῶν σύσκιος.
- δοκοὶ σἴκων ἡμῶν κέδροι,
- φατνώματα ἡμῶν κυπάρισσοι.
508
[*](Β)- ἐγὼ ἄνθος τοῦ πεδίου,
- κρίνον τῶν κοιλάδων.
- Ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν,
- οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων.
- Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ,
- οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν·
- ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα,
- καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου.
- εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου,
- τάξατε ἐπʼ ἐμέ ἀγάπην.
- στηρίσατέ με ἐν μύροις,
- στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ.
- εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου,
- καὶ ἡ δεξιὰ αὐτοῦ περιλήμψεταί με.