Canticum

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ΑΣΜΑ ἀσμάτων, ὅ ἐστιν τῷ Σαλωμών.
  1. Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ·
  2. ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον,
[*](§ C)
  1. §³καὶ ὀσμὴ μύρων σου ὑπέρ πάντα τὰ 3 ἀρώματα·
  2. μύρον ἐκκενωθὲν ὄνομά σου.
  3. διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε,
  1. εἴλκυσάν σε·
  2. ὀπίσω σου εἰς ὀσμὴν μύρσων σου δραμομεν.
  3. εἰσήνεγκέν με ὁ βασιλεὺς εἰς τὸ ταμεῖον αὐτοῦ.
  4. ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί·
  5. ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον·
  6. εὐθύτης ἠγάπησέν σε.
  1. Μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἰσραήλ,
  2. ὡς σκηνώματα Κηδάρ, ὡς δέρρις Σαλωμών.
  1. μὴ βλέψητέ με, ὅτι ἐγώ εἰμι μεμελανωμένη,
  2. ὅτι παρέβλεψέν με ὁ ἥλιος·
  3. υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί,
  4. ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν·
  5. ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα.
[*](U+05D0AC)[*](Ιnscr ασμα ασματων U+05D0C ασματα ασματων A I 1 Σαλομων U+05D0 2 φιλησατω] pr (minio omnia huiusmodi) η νυμφη U+05D0A 3 τα αρωματα] om τα C | εκκαινωθεν U+05D0 | σου 2⁰] σοι A | δια τουτο] pr ο νυμφιος A 4 ειλ κυσαν σε c seqq) coniung U+05D0 | εισηνεγκεν] pr ταις νεανισιν η νυμφη| διηγειται τα περι του νυμlφιου α εχαρισατο αυτη U+05D0 | ταμειον BᵃU+05D0 (-μιον B*C)] ταμιειον A | αγαλλιασωμεθα] pr της νυμφης διηγησαμεlνης ταις νεανισιν· αἱ δε· ειπαν U+05D0| αγαπησωμεν BᵇC | ευθυτης] pr αι νεανιδες τω νυμφιω| βοωσιν το ονομα της νυμlφης ευθυτης ηγαπησεν σε U+05D0 5 μελαινα] pr η νυμφη U+05D0A | Ισραηλ] Ιλημ C | δερρεις U+05D0 | Σολομων U+05D0 6 παρεβλεψε C | με 2⁰] μοι | εφυ· λοξα| A)
507
  1. ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου.
  2. [*](Β)
  3. ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ,
  4. μή ποτε γένωμαι ὡς περιβαλλομένη ἐπʼ ἀγέλας ἑταίρων σου.
  1. Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν,
  2. ἔξελθε οὺ ἐν πτέρναις τῶν ποιμνίων,
  3. καὶ ποίμαινε τὰς ἐρίφους σου
  4. ἐπὶ σκηνώμασιν τῶν ποιμένων.
  1. Τῇ ἵππῳ μου ἐν ἅρμασιν Φαραὼ
  2. ὡμοἰωσά σε, ἡ πλησίον μου.
  1. τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνες,
  2. τράχηλός σου ὡς ὁρμίσκοις
  1. ὁμοιώματα χρυσίου ποιήσομέν σοι
  2. μετὰ στιγμάτων τοῦ ἀργυρίου.
  1. Ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ,
  2. νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ.
  1. ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοί.
  1. ἐν ἀμπελῶσιν Ἐνγαδδεί.
  1. Ἰδοὺ εἶ καλή, ἡ πλησίν μου.
  2. ἰδοὺ εἶ καλή· ὀφθαλμοί σου περιστεραί.
  1. Ἰδοὺ εἶ καλός. ἀδελφιδός μου.
  2. καί γε ὡραῖος· πρὸς κλίνῃ ἡμῶν σύσκιος.
  1. δοκοὶ σἴκων ἡμῶν κέδροι,
  2. φατνώματα ἡμῶν κυπάρισσοι.