Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστιν,
- ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκεν·
- παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει,
- ἐν δὲ εἰσόδοις ὑμνεῖται
- Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ,
- καὶ προίεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων.
- νοήσατε, ἄκακοι, πανουργίαν,
- οἱ δὲ ἀπαίδευτοι, ἔνθεσθε καρδίαν.
- εἰσακούσατέ μου· σεμνὰ γὰρ ἐρῶ,
- καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά.
- ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου,
- ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ·
- μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου,
- οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλῶδες·
431
- πάντα ἐνώπια τοῖς συνιοῦσιν, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι [*](B)
- γνῶσιν.
- λάβετε παιδείαν καὶ μὴ ἀργύριον,
- καὶ γνῶσιν ὑπέρ χρυσίον δεδοκιμασμένον·
- κρείσσων γὰρ σοφία λίθων πολυτελῶν,
- ᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.
- ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν,
- καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην·
- κρείσσων γὰρ σοφία λίθων πολυτελῶν.
- φόβος Κυρίου μισεῖ ἀδικίαν,
- ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν·
- μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν.
- ἐμὴ βουλὴ καὶ ἀσφάλεια,
- ἐμὴ φρόνησις. ἐμὴ δὲ ἰσχύς·
- δἰ ἐμοῦ βασιλεῖς βασιλεύουσιν,
- καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην·
- εἰ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται,
- καὶ τύραννοι δἰ ἐμοῦ κρατοῦσι γῆς
- ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ,
- οἱ δὲ ἐμέ ζητοῦντες εὑρήσουσιν.
- πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει,
- καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη.
- βέλτιον ἐμέ καρπίζεσθαι ὑπέρ χρυσίον καὶ λίθον τίμιον.
- τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ.
- ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ,
- καὶ ἀνὰ μέσον τρίβων δικαιώματος ἀναστρέφομαι,