Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀπεπλάνησεν δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ,
  2. βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν·
  1. ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς,
  2. ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται,
  3. καὶ ὥσπερ κύων ἐπὶ δεσμούς,
  1. ἡ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ·
  2. σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα,
  3. οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει.
  1. νῦν οὗν, υἱέ, ἄκουέ μου, καὶ πρόσεχε ῥήμασιν στόματός μου.
  1. μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου·
  1. πολλοὺς γὰρ τρώσασα καταβέβληκεν,
  2. καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν·
  1. ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς.
  2. κατάγουσαι εἰς τὰ ταμεῖα τοῦ θανάτου.