Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὅτι χαίρει πᾶσιν οἷς μισεῖ ὁ θεός,
- συντρίβεται δὲ δι᾿ ἀκαθαρσίαν ψυχῆς·
- ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος,
- χεῖρες ἐκχέουσαι αἷμα δικαίου,
- καὶ καρδία τεκταινομένη λογισμοὺς κακούς,
- καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν.
- ἐκκαίει ψευδῆ μάρτυς ἄδικος,
- καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν.
- Υἱέ, φύλασσε νόμους πατρός σου,
- καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·
- ἄφαψαι δέ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διὰ παντός,
- καὶ ἐνκλοίωσαι ἐπὶ σῷ τραχήλῳ.
- ἡνίκα ἂν περιπατῇς ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω·
- ὡς δʼ ἂν καθεύδῃς φυλασσέτω σε,
- ἴνα ἐγειρομένῳ συλλαλῇ σοι.
- ὅτι λύχνος ἐντολὴ νόμου.
- καὶ φῶς ὁδὸς ζωῆς καὶ ἔλεγχος καὶ παιδεία,
428
[*](B)- τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου
- καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας.
- μή σε νικήσῃ κάλλους ἐπιθυμία,
- μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς,
- μηδέ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων.
- τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου,
- γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει.
- ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δέ ἱμάτια οὐ κατακαύσει;
- ἢ περιπατήσει τις ἐπʼ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ
- κατακαύσει
- οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον·
- οὐκ ἀθῳωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς.
- οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων,
- κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν·
- ἐὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλάσια,
- καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν·
- ὁ δὲ μοιχὸς δι᾿ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ
- περιποιεῖται,
- ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει·
- τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα.
- μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς,
- οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως·
- οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν,
- οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.