Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Υἱέ, ἐμῇ σοφίᾳ πρόσεχε,
- ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὗς,
- ἴνα φυλάξῃς ἔννοιαν ἀγαθήν·
- αἴσθησις δὲ ἐμῶν χειλέων ἐντέλλεταί σοι.
- μὴ πρόσεχε φαύλῃ γυναικί
- μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης,
- ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα·
- ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις
- καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου.
- τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν
- τοὺς χραομένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ἄδήν,
- τὰ δέ ἴχνη αὐτῆς οὐκ ἐρείδεται
- ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται,
- σφαλεραὶ δέ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι.
- νῦν οὗν, υἱέ, ἄκουέ μου,
- καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους.
- μακρὰν ποίησον ἀπʼ αὐτῆς σὴν ὁδόν,
- μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς·