Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς,
- μηδέ ζηλώσῃς ὁδοὺς παρανόμων·
- ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσιν, μὴ ἐπέλθῃς ἐκει.
- ἔκκλινον δὲ ἀπʼ αὐτῶν καὶ παράλλαξον.
- οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν·
- ἀφήρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται·
- οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας,
- οἴνῳ δὲ παρανόμῳ μεθύσκονται.
- αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν,
- προπορεύονται καὶ φωτίζουσιν ἕως κατορθώσῃ ἡ ἡμέρα.
- αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί,
- οὐκ οἴδασιν πῶς προσκόπτουσιν.
- Υἱέ, ἐμῇ ῥήσει πρόσεχε,
- τοῖς δὲ ἐμοῖς λόγοις παράβαλε σὸν οὖς,
- ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου,
- φύλασσε αὐτὰς ἐν καρδίᾳ·