Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους.
- καὶ πληθυνθήσεται ἔτη ζωῆς σου,
- ἴνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου.
- ὁδοὺς γὰρ σοφίας διδάσκω σε.
- ἐμββάζω δέ σε τροχιαῖς ὀρθαῖς.
- ἐὰν γὰρ πορεύῃ, οὐ συνκλεισθήσεταί σου τὰ διαβήματα·
- ἐὰν δέ τρέχῃς, οὐ κοπιάσεις.
- ἐπιλαβοῦ ἐμῆς παιδείας. μὴ ἀφῇς,
- ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωὴν σου.
- ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς,
- μηδέ ζηλώσῃς ὁδοὺς παρανόμων·
- ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσιν, μὴ ἐπέλθῃς ἐκει.
- ἔκκλινον δὲ ἀπʼ αὐτῶν καὶ παράλλαξον.
- οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν·
- ἀφήρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται·
- οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας,
- οἴνῳ δὲ παρανόμῳ μεθύσκονται.
- αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν,
- προπορεύονται καὶ φωτίζουσιν ἕως κατορθώσῃ ἡ ἡμέρα.
- αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί,
- οὐκ οἴδασιν πῶς προσκόπτουσιν.
- Υἱέ, ἐμῇ ῥήσει πρόσεχε,
- τοῖς δὲ ἐμοῖς λόγοις παράβαλε σὸν οὖς,
- ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου,
- φύλασσε αὐτὰς ἐν καρδίᾳ·
- ζωὴ γάρ ἐστιν τοῖς εὑρίσκουσιν αὐτήν,
- καὶ πάσῃ σαρκὶ ἴασις.
- πάσῃ φυλακῇ τήρει σὴν καρδίαν·
- ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς.
424
[*](Β)- περίελε σεαυτοῦ σκολιὸν στόμα,
- καὶ ἄδικα χείλη ἀπὸ σοῦ μακρὰν ἄπωσαι.
- οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν,
- τὰ δὲ βλέφαρά σου νευέτω δίκαια.
- ὀρθὰς τροχιὰς ποίει σοῖς ποσίν,
- καὶ τὰς ὁδοὺς σου κατεύθυνε.
- μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά,
- ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς.
- aὁδοὺς γὰρ τὰς ἐκ δεξῶν οἶδεν ὁ θεός,
- διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν·
- ᵇαὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου,
- τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.