Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς,
- ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων
- τῆς γῆς.
- σινδόνας ἐποίησεν καὶ ἀπέδοτο,
- περιζώματα τοῖς Χαναναίοις.
- στόμα αὐτῆς διήνοιξεν προσεχόντως καὶ ἐννόμως,
- καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς.
- ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο,
- καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
- στεγναὶ διατριβαὶ οἴκων αὐτῆς,
- σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν. [*](U+05D0A)[*](32 εγενετο] + δε A | ωσει] ως η U+05D0* (ωσει U+05D0c.a) | ενπορευομενη A | μακραθεν U+05D0c.a (postea restit -κροθεν) | αυτη] εαυτη U+05D0* εαυτης U+05D0c.a αυτης A | βιον] πλουτον U+05D0c.aA 33 εκ] εν U+05D0* (εκ U+05D0¹) 36 και εγευσατο] εγ. δε A | ολην την νυκτα ο λυχνος αυτης U+05D0A 37 τους πηχεις] τας χειρας U+05D0c.a (mox ipse ut vid del) A | εκτεινει] εκτενεις U+05D0* (εκτεινει U+05D0c.a) | τας δε χειρας] τους δε πηχεις A | ερειδει] εριζει U+05D0 ερδει Avid | αδρακτον U+05D0 38 διηνυξεν U+05D0 39 φροντιζη A 40 om δε U+05D0 41 πυλαις] ρυμαις U+05D0 | γεροντων κατοικων] πρεσβυτερων BᵃU+05D0c.a A 42 απεδοτο] απεδετο U+05D0* + τοις Φοινιξιν U+05D0c.a | περιζωματα] + δε U+05D0A | Χαναναιοις] + (44) ισχυν και ευπρεπειαν ενεδυσατο| και ηυφρανθη εν ημεραις εσχαταις A 43 στοματα U+05D0 44 om ισχυν... εσχαταις A | ευπρεπιαν U+05D0)
- τὸ στόμα δὲ ἀνοίγει σοφοῖς νομοθέσμως,
479
- ἡ δὲ ἐλεημοσύνη αὐτῆς ⁴⁶ἀνέστησεν τὰ τέκνα αὐτῆς καὶ
- ἐπλούτησαν,
- καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν
- Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον,
- πολλαὶ ἐποίησαν δυνατά·
- σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας.
- §⁴⁸ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· [*](§C)
- γυνὴ γὰρ συνετὴ εὐλογεῖται,
- φόβον δὲ Κυρίου αὕτη αἰνείτω.
- δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς,
- καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.