Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοί, [*](17 ασφαλια U+05D0 17a υπακουσεις U+05D0* -σει U+05D0c.a -ση A 18 δικαιος U+05D0A U+05D0* (-ως U+05D0c.a) | εμπλακησεται] εμπλακησετ sup ras B¹fort 20 αξιοπιστο- τερος A 24 αποβαλλεται] αποβιαζεται A 25 απιστος] απληστος A | ος] ο U+05D0* (ος U+05D0c.a) 27 πτωχοις] pro ο inst θ U+05D0? | απορεια U+05D0 28 στε- νουσιν U+05D0A | απωλια U+05D0 XXIX 1 εστιν] εσται U+05D0A 2 εγκωμιαζομενων δικαιων] εγκωμιαζομενου δε δικαιου A)
- ἀρχόντων δε ἀσεβῶν στένουσιν ἄνδρες.
476
[*](B)- ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται πατὴρ αὐτοῦ,
- ὃς δὲ ποιμαίνει πόρνας ἀπολεῖ πλοῦτον.
- βασιλεὺς δίκαιος ἀνίστησιν χώραν,
- ἀνὴρ δὲ παράνομος κατασκάπτει.
- ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φίλου δίκτυον,
- περιβάλλει αὐτὸ τοῖς ἑαυτοῦ ποσίν.
- ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς,
- δίκαιος δὲ ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται.
- ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς,
- ὁ δὲ ἀσεβὴς οὐ νοεῖ γνῶσιν,
- καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων.
- ἄνδρες ἄνομοι ἐξέκαυσαν πόλιν,
- σοφοὶ δὲ ἀπέστρεψαν ὀργήν.
- ἀνὴρ σοφὸς κρίνει ἔθνη,
- ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ
- καταπτήσσει.
- ἄνδρες αἱμάτων μέτοχοι μισοῦσιν ὅσιον,
- οἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ.
- ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων,
- σοφὸς δὲ ταμιεύεται κατὰ μέρος.
- βασιλέως ἐπακούοντος λόγον ἄδικον,
- πάντες οἱ ὑπʼ αὐτὸν παράνομοι.
- δανιστοῦ καὶ χρεοφιλέτου ἀλλήλοις συνελθόντων,
- ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ κύριος.
- βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχούς,
- ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται.
- πληγαὶ καὶ ἔλεγχοι διδόασιν σοφίαν,
- παῖς δὲ πλανώμενος αἰσχύνει γονεῖς αὐτοῦ.
- πολλῶν ὄντων ἀσεβῶν πολλαὶ γίνονται ἁμαρτίαι,
- οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται.
- παίδευε υἱόν σου καὶ ἀναπαύσει σε,
- καὶ δώσει κόσμον τῇ ψυχῇ σου.
477
- οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ, [*](B)
- ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός.
- λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός·
- ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλʼ οὐχ ὑπακούσεται.
- ἐὰν ἴβῃς ἄνδρα ταχὺν ἐν λόγοις,
- γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ἄφρων αὐτοῦ.