Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος,
  2. ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων.
  1. ἀνελεήμων θυμὸς καὶ ὀξεῖα ὀργή,
  2. ἀλλ᾿ οὐδένα ὑφίσταται ζῆλος.
  1. κρείσσους ἔλεγχοι ἀποκεκαλυμμένοι κρυπτομένης φιλίας.
  1. ἀξιοπιστότερά ἐστιν τραύματα φίλου
  2. ἢ ἑκούσια φιλήματα ἐχθροῦ.
  1. ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει,
  2. ψυχῇ δὲ ἐν ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται.
  1. ὥσπερ ὅταν ὄρνεον καταπετασθῇ ἐκ τῆς ἰδίας νοσσιᾶς,
  2. οὕτως ἄνθρωπος δουλοῦται ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων
  3. τόπων.
  1. μύροις καὶ οἴνοις καὶ θυμιάμασιν τέρπεται καρδία,
  2. καταρήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή.
  1. φίλον σὸν ἢ φίλον πατρῷον μὴ ἐγκαταλίπῃς,
  2. εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν·
  3. κρείσσων φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἰκῶν.
  1. Σοφὸς γίνου, υἱέ, ἵνα σου εὐφραίνηται ἡ καρδία,
  2. καὶ ἀπόστρεψον ἀπὸ σοῦ ἐπονειδίστους λόγους.