Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων,
- μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας.
- ἑπτάκι γὰρ πεσεῖται δίκαιος καὶ ἀναστήσεται,
- οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς.
- ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, [*](U+05D0A)[*](XXIV 4 εμπιπλανται BᵇU+05D0 εμπιπλαται A | ταμεια Bᵃᵇ (ταμια B*U+05D0) ταμιεια A 6 βοηθει U+05D0* (-θεια U+05D0c.a) 9 om δε 2⁰ A | εν|μολυνθη- σεται U+05D0 10 om εως U+05D0* (hab U+05D0c.a) | εκλειπη A 11 εκπριω Bc fortA 12 Κυριος] pr ο A 14 αισθηση U+05D0A | σοφιας A | τελευτη] τελ ευ τη ras σου ut vid U+05D01 15 ασεβην U+05D0 | νομην B 16 επτακις A | δικαιος] pr ο A)
- ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου·
463
- ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ,
- καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπʼ αὐτοῦ.
- μὴ χαῖρε ἐπὶ κακοποιοῖς,
- μηδὲ ζήλου ἁμαρτωλούς·
- οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῷ,
- λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται.
- φοβοῦ τὸν θεόν, υἱέ, καὶ βασιλέα,
- καὶ μηθετέρῳ αὐτῶν ἀπειθήσῃς·
- ἐξαίφνης γὰρ τίσονται τοὺς ἀσεβεῖς,
- τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται;
- aλόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται,
- δεχόμενος δὲ ἐδέξατο αὐτόν.
- bμηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω,
- καὶ οὐδὲν ψεῦδος αὐτοῦ ἀπὸ γλώσσης μὴ ἐξέλθῃ.
- cμάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη·
- ὃς δʼ ἂν παραδοθῇ, συντριβήσεται.
- dἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ,
- σὺν νεύροις ἀνθρώπους ἀναλίσκει,
- eκαὶ ὀστᾶ ἀνθρώπων κατατρώγει,
- καὶ συνκαίει ὥσπερ φλόξ,
- §ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν.
- Τοὺς ἐμοὺς λόγους, υἱέ, φοβήθητι.
- καὶ δεξάμενος αὐτοὺς μετανόει.
- τάδε λέγει ὁ ἀνὴρ τοῖς πιστεύουσιν θεῷ, καὶ παύομαι.