Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀγαπᾷ Κύριος ὁσίας καρδίας,
  2. δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι·
  3. χείλεσιν ποιμαίνει βασιλεύς.
  1. οἱ δὲ ὀφθαλμοὶ Κυρίου διατηροῦσιν αἴσθησιν,
  2. φαυλίζει δὲ λόγους παράνομος.
  1. προφασίζεται καὶ λέγει ὀκνηρός
  2. Λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί.
  1. βόθρος βαθὺς στόμα παρανόμου,
  2. ὁ δὲ μισηθεὶς ὑπὸ Κυρίου ἐμπεσεῖται εἰς αὐτόν.
  1. aεἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρός,
  2. καὶ οὐκ ἀγαπᾷ τοῦ ἀποστρέψαι ἀπʼ αὐτῶν·
  3. ἀποστρέφειν δὲ δεῖ ἀπὸ ὁδοῦ σκολιᾶς καὶ κακῆς.
  1. ἄνοια ἐξῆπται καρδίας νέου,
  2. ῥάβδος δὲ καὶ παιδία μακρὰν ἀπʼ αὐτοῦ.
  1. ὁ συκοφαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ·
  2. δίδωσιν δὲ πλουσίῳ ἐπʼ ἐλάσσονι.
  1. Λόγοις σοφῶν παράβαλλε σὸν οὖς καὶ ἄκουε ἐμὸν λόγον,
  2. § C §τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς ὅτι καλοί εἰσιν.
  1. καὶ ἐὰν ἐμβάλῃς αὐτοὺς εἰς τὴν καρδίαν σου, εὐφρανοῦσίν σε
  2. ἅμα ἐπὶ σοῖς χείλεσιν·