Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς·
  • ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή.
    1. πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις,
    2. ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησεν.
    1. πανοῦργος ἰδὼν πονηρὸν τιμωρούμενον
    2. κραταιῶς αὐτὸς παιδεύεται,
    3. οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν.
    1. γενεὰ σοφίας φόβος Κυρίου
    2. καὶ πλοῦτος καὶ δόξα καὶ ζωή.
    1. τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς,
    2. ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀφέξεται αὐτῶν.
    1. πλούσιοι πτωχῶν ἄρξουσιν,
    2. καὶ οἰκέται ἰδίοις δεσπόταις δανιοῦσιν.
    1. ὁ σπείρων φαῦλα θερίσει κακά,
    2. πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει.
    1. ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ θεός,
    2. ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει.
    1. ὁ ἐλεῶν πτωχὸν αὐτὸς διατραφήσεται,
    2. [*](25 οκνηρον] οκνηρουσιν U+05D0* (-ρον U+05D0?) | αποκτεννουσιν U+05D0c.a αποκτενουσιν A U+05D0A 26 ημεραν] ν sup ras U+05D0? | ελεει Bᵃᵇ 30 ανδρεια Bᵇ X X II 1 χρυσιον κ. αργυριον U+05D0 2 συνητησαν A 3 παρελθοντες] inter ρ et ε ins ο U+05D0* (om U+05D01 postea ras U+05D0?) 7 δανειουσιν Bᵃ (vid)b 9 διαστραφησεται A)
      458
      [*](B)
    3. τῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκεν τῷ πτωχῷ.
    1. aνίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δούς,
    2. τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων.