Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. συνίει δίκαιος καρδίας ἀσεβῶν
  2. καὶ φαυλίζει ἀσεβεῖς ἐν κακοῖς.
  1. ὃς φράσσει τὰ ὦτα τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς,
  2. καὶ αὐτὸς ἐπικαλέσεται καὶ οὐκ ἔσται ὁ εἰσακούων.
  1. δόσις λάθριος ἀνατρέπει ὀργάς,
  2. δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν.
  1. εὐφροσύνη δικαίων ποιεῖ κρίμα,
  2. ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις.
  1. ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης
  2. ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται.
  1. ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην,
  2. φιλῶν οἶνον καὶ ἔλαιον εἰς πλοῦτον·
  1. περικάθαρμα δὲ δικαίου ἄνομος.
  1. κρεῖσσον οἰκεῖν ἐν τῇ ἐρήμῳ
  2. ἢ μετὰ γυναικὸς γλωσσώδους καὶ μαχίμου καὶ ὀργίλου.
  1. θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ,
  2. ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν.
  1. ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν.