Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- οὐ διαφέρει ἀπειλὴ βασλέως θυμοῦ λέοντος,
- ὁ δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν.
- δόξα ἀνδρὶ ἀποστρέφεσθαι λοιδορίας,
- πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται.
- ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται,
- ὡσαύτως καὶ ὁ δανιζόμενος σῖτον ἐν ἀμήτῳ.
- ὕδωρ βαθὺ βουλὴ ἐν καρδίᾳ ἀνδρός,
- ἀνὴρ δὲ φρόνιμος ἐξαντλήσει αὐτήν.
- μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων,
- ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν.
- ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ,
- μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει.
- ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου,
- οὐκ ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ πᾶν πονηρόν.
- τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν;
- ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν;
- κακολογοῦντος πατέρα ἢ μητέρα σβεσθήσεται λαμπτήρ,
- αἱ δὲ κόραι τῶν ὀφθαλμῶν αὐτοῦ ὄψονται σκότος.
- μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις
- ἐν τοῖς τελευταίοις οὐκ εὐλογηθήσεται.
- μὴ εἴπῃς Τίσομαι τὸν ἐχθρόν·
- ἀλλὰ ὑπόμεινον τὸν κύριον, ἵνα σοι βοηθήσῃ.
455
- στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά, [*](B)
- ἀκάθαρτα ἐνώπιον Κυρίου καὶ ἀμφότερα·
- καὶ ὁ ποιῶν αὐτὰ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ
- συνποδισθήσεται,
- νεανίσκος μετὰ ὁσίου· καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ.
- οὖς ἀκούει καὶ ὀφθαλμὸς ὁρᾷ· Κυρίου ἔργα καὶ ἀμφότερα,
- μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς·
- διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων.
- βδέλυγμα Κυρίῳ δισσὸν στάθμιον,
- καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ.
- παρὰ Κυρίου εὐθύνεται τὰ διαβήματα ἀνδρί,
- θνητὸς δὲ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ;
- παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι,
- μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται.
- λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφός,
- καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν.