Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν,
- μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ.
451
- ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ, [*](B)
- ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος.
- ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρός,
- ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωῆς.
- θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν,
- οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει.
- χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά,
- τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται.
- στόμα ἄφρονος συντριβὴ αὐτῷ,
- τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ.
- ὀκνηροὺς καταβάλλει φόβος,
- ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν.
- ὁ μὴ ἰώμενος αὐτὸν ἐν τοῖς ἔργοις αὐτοῦ
- ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν.
- ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα Κυρίου,
- αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται.
- ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρά,
- §ἡ δὲ δόξα αὐτῆς μέγα ἐπισκιάζει.
- πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός,
- καὶ πρὸ δόξης ταπεινοῦται.
- ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι,
- ἀφροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδος.
- θυμὸν ἀνδρὸς πρᾳύνει θεράπων φρόνιμος,
- ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει;
- καρδία φρονίμου κτᾶται αἴσθησιν,
- ὦτα δὲ σοφῶν ζητεῖ ἔννοιαν.
- δόμα ἀνθρώπου ἐμπλατύνει αὐτόν,
- καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν.
- δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ·
- ὡς δ᾿ ἂν ἐπιβάλῃ ὁ ἀντίδικος, ἐλέγχεται.
- ἀντιλογίας παύει σιγηρός,
- ἐν δὲ δυναστείαις ὁρίζει.
452
[*](B)- ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή,
- ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον.
- ἀπὸ καρπῶν στόματος ἀνὴρ πίμπλησιν κοιλίαν αὐτοῦ,
- ἀπὸ δὲ καρπῶν χειλέων αὐτοῦ ἐμπλησθήσεται.