Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ,
- ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μίγνυται ἀνόμῳ.
- ὀξύθυμος πράσσει μετὰ ἀβουλίας,
- ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει.
- μεριοῦνται ἄφρονες κακίαν,
- οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως.
- ὀλισθήσουσιν κακοὶ ἔναντι ἀγαθῶν,
- καὶ ἀσεβεῖς θεραπεύσουσιν θύρας δικαίων.
- φίλοι μισήσουσιν φίλους πτωχούς,
- φίλοι δὲ πλουσίων πολλοί.
- ὁ ἀτιμάζων πένητας ἁμαρτάνει,
- ἐλεῶν δὲ πτωχοὺς μακαριστός.
- πλανώμενοι τεκταίνουσι κακά,
- ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί·
- οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν,
- ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς.
- ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν,
- ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται.
- στέφανος σοφῶν πανοῦργος.
- ἡ δὲ διατριβὴ ἀφρόνων κακή.
- ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός,
- ἐκκαίει δὲ ψευδῆ δόλιος.
- ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος.
- τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα.
- πρόσταγμα Κυρίου πηγὴ ζωῆς,
- ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.
444
[*](B)- ἐν πολλῷ ἔθνει δόξα βασιλέως.
- ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου.
- μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει,
- ὁ δὲ ὀλιγόψυχος ἰσχυρὸς ἄφρων.
- πρᾳύθυμος ἀνὴρ καρδίας ἰατρός,
- σὴς δὲ ὀστέων καρδία αἰσθητική.
- ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν,
- ὁ δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν.
- ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής,
- ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος.
- ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοφία,
- ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται.
- δικαιοσύνη ὑψοῖ ἔθνος,
- ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι.
- δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων,
- τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν.