Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ,
- καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳι
417
- υἱέ, μὴ σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς, [*](B)
- μηδέ βουληθῇς
- ἐὰν παρακαλέσωσί σε λέγοντες
- Ἐλθὲ μεθʼ ἡμῶν, κοινώνησον αἵματος,
- κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως.
- καταπίωμεν δέ αὐτὸν ὥσπερ ᾄδης ζῶντα,
- καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς·
- τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα,
- πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων·
- τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν,
- κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες
- καὶ μαρσίππιον ἐν γενηθήτω ἡμῖν.
- μὴ πορευθῇς ἐν ὁδῷ μετʼ αὐτῶν,
- ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν·
- οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς.
- αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά,
- ἡ δέ καταστροφὴ ἀνδρῶν παρανόμωνν κακή.
- ηὗται αἱ ὁδοί εἰσιν πάνταον τῶν συντελούτωνν τὰ ἄνομα·
- τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται.
- Σοφία ἐν ἐξόδοις ὑμνεῖται,
- ἐν δὲ πλατείαις παρρησίαν ἄγει·
- ἐη᾿ ἄκρων δὲ τειχέων κηρύσσεται,
- ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει,
- ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσα λέγει