Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
καὶ τιμὴ βασλέως κρίσιν ἀγαπᾷ· σὺ ἡτοίμασας εὐθύτητας, κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.
ὑψοῦτε Κύριον τὸν θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
ἄγιός ἐστιν (6)Μωυσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς ἐπήκουσεν αὐτοῖς,
ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς· ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα ἃ ἔδωκεν αὐτοῖς.
Κύριε ὁ θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν· ὁ θεός, εὐίλατος ἐγίνου αὐτοῖς, καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν.
ὑψοῦτε Κύριον τὸν θεὸν ἡμῶν, καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος Κύριος ὁ θεὸς ἡμῶν. Ψαλμὸς εἰς ἐξομολόγησιν.
Ἀλαλάξατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ,
δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ, εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.
γνῶτε ὅτι Κύριος, αὐτός ἐστιν ὁ θεός· αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς, [*] (2 Σιων Bᵇ (‟sic et inferius pluries”) A | λαους] in λα ras aliq Bᵃ? 3 εξο- U+05D0ART μολογισθωσαν U+05D0*c.b (εξομολογησασθ. U+05D0c.a) | om παντες U+05D0AT 4 om και τιμη.. αγαπα U+05D0* (hab U+05D0c.a) 5 τω υποποδιω] το υποποδιον R 6 αγιος] pr οτι U+05D0c.a RT οτι αγιον A | Μωυσης inc stich in ART | επηκουσεν αυτοις] εισηκουσεν αυτων U+05D0Α εισηκουεν αυτων Τ επηκουσεν αυτους R 7 εφυλασσον] pr οτι U+05D0c.a AT | τα προσταγματα α] το προσταγμα ο U+05D0* τα προσταγματα αυτου α U+05D0c.a AT 8 επηκουσας U+05D0* (επηκουες U+05D0c.a) | αυτων 1⁰] αυτους R | ευιλατος] pr συ Bᵃ?ᵇU+05D0ART | εγινου] εγενου U+05D0* (εγεινου U+05D0c.a) 9 προσκυνητε Rvid | Stich 22 BU+05D0R 24 A 23 T XCIX 1 κυριω 1°] θεω RT 2 εισελθετε U+05D0* (-θατε U+05D0c.a) 3 ο θεος] + ημων U+05D0c.a AT | ουχι R) 346
[*] (Β) λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ.
εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις· ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ,
ὅτι χρηστὸς Κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ. Τῷ Δαυεὶδ ψαλμός.
Ἔλεος καὶ κρίσιν ἄσομαί σοι, Κύριε·