Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ.
  • εὐφρανθήτωσαν νῆσοι πολλαί.
  • νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ,
  • δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνυυ αὐτοῦ.
  • πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται,
  • καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ·
  • ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ,
  • εἶδεν καὶ ἐσαλεύθη ἡ γῆ.
  • τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου Κυρίου.
  • ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς.
  • ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ,
  • καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ.
  • αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς,
  • οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν·
  • προσκυνήσατε αὐτῷ πάντες οἱ ἄγγελοι αὐτοῦ.
  • ἤκουσεν καὶ εὐφράνθη Σειών,
  • καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας,
  • ἕνεκεν τῶν κριμάτων σου, Κύριε·
  • ὅτι σὺ εἶ Κύριος ὁ ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.
  • σφόδρα ὑπερυψώθης ὑπέρ πάντας τοὺς θεούς.
  • οἱ ἀγαπῶντες τὸν κύριον, μισεῖτε πονηρόν·
  • φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ,
  • ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσεται αὐτούς.
  • [*](13 προ] απο U+05D0c.aAT Stich 29 BU+05D0AT 27 R XCVI 1 η γη]) U+05D0ART om η R | σιλευσεν αγαλλια sup ras U+05D0¹ | αγαλλιασεται] αγαλλιασθω BcU+05D0c.a ART | νησοι] νησσοι U+05D0c.a 3 εναντιον] ενωπιον T | προπορευσηται T | του εχθρους B* (τους ε. Bᵃᵇ) 4 ιδεν T 5 ωσει κηρος ετακησαν U+05D0Τ | om Κυριου 2⁰ U+05D0 | της γης] της γη της Rvid 6 om και U+05D0* (hab U+05D0c.a) | ειδοσαν] ιδοσαν U+05D0* Aᵃ? [? R] | ιδον U+05D0c.a A*T 7 προσκυνουντες] πεποιθοτες επι U+05D0 (προσκ. U+05D0c.a) | ενκαυχωμενοι U+05D0ART | αυτω] αυτον R 8 ηυφρανθη AT | Σειων] η Σιων Bc Σιων U+05D0A | ηγαλλιασονται (sic) R 9 om ει U+05D0c.aAT | ο υψιστος] om ο U+05D0AT | υπερ] επι U+05D0 10 πονηρα BcU+05D0c.aAT | αμαρτωλου AT | ρυσηται Τ | αυτους] αυτον R* (-τους Rᵃ))
    344
    [*](Β)

  • φῶς ἀνέτειλεν τῷ δικαίῳ,
  • καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.
  • εὐφράνθητε, δίκαιοι, ἐπὶ τῷ κυρίῳ,
  • [*](¶Τ)
  • καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης] αὐτοῦ.