Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε,
  • σφόδρα ἐβαρύνθησαν οἱ διαλογισμοί σου.
  • ἀνὴρ ἄφρων οὐ γνώσεται,
  • καὶ ἀσύνετος οὐ συνήσει ταῦτα.
  • ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον, καὶ διέκυψαν
  • πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
  • ὅπως ἂν ἐξολεθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • σὺ δὲ Ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε.
  • ὅτὶ ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται,
  • καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνο-
  • μίαν.