Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ψαλμὸς ᾠδῆς, εὶς τὴς ἠμέραν τοῦ ασββάτον.
  • Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί
  • σου, Ὕψιστε·
  • τοῦ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν
  • σου κατὰ νύκτα,
  • [*](6 εν σκοτ. διαπορευομενου U+05D0c.a | συμπτωματος (ευμπτ, Bedit)] συνπτω- U+05D0ART ματος U+05D0 7 κλιτουσου A (ras 1 lit ante τ) T κλιτου R* (κλιτου σου Rᵃ) 8 κατανοησης Τ | οφει Bᵃᵇ 9 συ] + ει R 11 ταις οδοις] pr πασαις A (-σες) T pr πασιν R 12 επι pr και U+05D0* (om U+05D0c.a) 13 επ] επι U+05D0c.a ART | καταπατησης T 15 επικαλεσεται με] κεκραξεται (καικρ. A) προς με U+05D0AT | εισακουσομαι] επακουσομαι U+05D0c.a AT | om και 2⁰ U+05D0RT) εξελουμαι] + αυτον U+05D0c.a (ras U+05D0c.b) AT 16 μακροτητα ART Stich 35 BRT 33 U+05D0A XCI 1 σαββατου] προσαββατου U+05D0)
    338
    [*](Β)

  • ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετʼ ᾠδῆς ἐν κιθάρᾳ·
  • ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου,
  • καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι.
  • ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε,
  • σφόδρα ἐβαρύνθησαν οἱ διαλογισμοί σου.
  • ἀνὴρ ἄφρων οὐ γνώσεται,
  • καὶ ἀσύνετος οὐ συνήσει ταῦτα.
  • ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον, καὶ διέκυψαν
  • πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
  • ὅπως ἂν ἐξολεθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • σὺ δὲ Ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε.
  • ὅτὶ ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται,
  • καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνο-
  • μίαν.
  • καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου.
  • καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι·
  • καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου.
  • καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπʼ ἐμέ
  • πονηρευομένοις εἰσακούσεται τὸ οὖς μου.
  • δίκαιος ὡς φοίνιξ ἀνθήσει,
  • ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
  • πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου
  • ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσιν·
  • γότε πληθυνθήσονται ἐν γήρει πίονι,
  • καὶ εὐπαθοῦντες ἔσονται·
  • τοῦ ἀναγγεῖλαι ὅτι εὐθὴς Κύριος ὁ θεός μου.
  • καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.