Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Κύριε, καταφυγὴ ἡμῖν ἐγενήθης ἐν γενεᾷ καὶ γενεᾷ·
  • πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν
  • οἰκουμένην,
  • καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ
  • μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν,
  • καὶ εἶπας Ἐπιστρέψατε υἱοὶ ἀνθρώπων;
  • ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡ ἡμέρα ἡ ἐχθὲς ἥτις
  • διῆλθεν, καὶ φυλακὴ ἐν νυκτί.
  • τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται,
  • τὸ πρωὶ ὡσεὶ χλόη παρέλθοι·
  • τὸ πρωὶ ἀνθήσαι καὶ παρέλθοι,
  • τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη.
  • ὅτι ἐξελίπομεν ἐν τῆ ὀργῇ σου.
  • καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν·
  • ἔθοῦ τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου,
  • ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.
  • ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον,
  • καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν·
  • τὰ ἔτη ἡμῶν ὡς ἀράχνην ἐμελέτων.
  • αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν ἐνιαυτοῖς ἑβδομήκοντα ἔτη,
  • ἐὸν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη,
  • καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος·
  • ὅτι ἐπῆλθεν πραύτης ἐφʼ ἡμᾶς, καὶ παιδευθησόμεθα.
  • [*](XXXIX 1 του Μωυση] τω M. U+05D0R τω Μωση A Μωυσεως T | ανω U+05D0A | U+05D0ΑRT om του 2⁰ R | εγεν. ημιν U+05D0c.a ART | εν γενεα και γενεα] απο γενεας εις γενεαν R* 2 γενηθηναι] εδρασθηναι U+05D0* (γεν. U+05D0c.a) | πλασθηναι την γην και την οικ.] πλ. γην οικ. A* vid πλ. την (sic) και την οικ. sup ras et in mg A | εως] pr και U+05D0c.aAT | om συ ει U+05D0* (hab U+05D0c.a) 3 υιοι] pr οι A | ανθρωπων] pr των ART 4 σου] + κε U+05D0c.a (ras U+05D0c.b AT | ως η ημερα] ως ημερα U+05D0 ωσει ημ. R vid | om η 2⁰ R | χθες BᵇRvid εκχθες A 5 ετη] ετι Bb 6 αν- θησοι U+05D0c.a (mox revoc -σαι) ανθησει R 7 εξελειπομεν AT 8 ενωπιον] εναντιον U+05D0c.a T 9 εξελειπον AT | om και U+05D0c.a | εξελειπομεν AΤ | ως] ωσει U+05D0AT | αραχνη U+05D0c.aART 10 ενιαυτοις] αυτοις U+05D0ART | δυναστιαις T | εφ ημας πραυτης U+05D0* (πρ. εφ ημ. U+05D0c.a R πραοτης εφ ημ. AT | παιδευθησωμεθα T)
    336
    [*](B)

  • τίς γινώσκει τὸ κράτος τῆς ἀργῆς σου,
  • καὶ ἀπὸ τοῦ φόβου τοῦ θυμοῦ σου ἐξαριθμήσασθαι;
  • τὴν
  • δεξιάν σου γνώρισον,
  • καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ.
  • ἐπίστρεψον, Κύριε· ἕως πότε;
  • καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου.
  • ἐνεπλήσθημεν τὸ πρωὶ τοῦ ἐλέους σου,
  • καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν
  • ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν,
  • ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς,
  • ἐτῶν ὧν εἴδομεν κακά.
  • καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ τὰ ἔργα σου,
  • καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
  • καὶ ἔστω ἡ λαμπρότης Κυρίου θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς.
  • καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς.