Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ. ΙΙροσευχὴ τῷ Δαυεἰδ.
Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ εἰσάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ.
φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι σῶσον τὸν δοῦλόν σου, ὁ θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ.
ἐλέησόν με, κύριε, ὅτι πρὸς σέ κεκράξομαι ὅλην τὴν ἡμέραν.
εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σέ, κύριε, ἤρα τὴν ψυχὴν μου.
ὅτι σύ, κύριε. χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.
ἐνώτισαι, Κύριε, τὴν προσευχὴν μου. καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
ἐν ἡμέρᾳ θλίψεως μου ἐκέκραξα πρὸς σέ, ὅτι εἰσήκουσάς μου.
οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, κύριε. καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου. [*] (9 λαληση T (bis) | om και 2⁰ U+05D0* (hab U+05D0c.ᵃ) | τους επιστρεφ.] pr επι U+05D0ART U+05D0ART | καρδιαν επ αυτον U+05D0c.ᵃ Τ 10 πλην] + η R* 12 om και A 13 ο κυριος] ος κ. R* 14 εναντιον] ενωπιον U+05D0c.ᵃAT | προπορευ- σεται BU+05D0c.ᵃ Aᵃ? R] πορευσεται U+05D0* προπορευεται A** προπορευσηται T — Stich 27 BU+05D0T 28 AR L XX XV 1 om προσευχη A | του Δαυειδ U+05D0 | εισα- κουσον] επακουσον U+05D0ART 2 φυλαξον την ψ. μου οτι ο sup ras U+05D0¹ | οσιος] ο rescr A¹ | σε] σοι T 3 κεκραξομαι] μ sup ras Aᵃ 4 om κυριε U+05D0* (hab U+05D0c.ᵃ) T | ηρα την ψυχην μου sup ras Aa | μου] + ο θς U+05D0* (om U+05D0c.ᵃ) 5 πασιν ART 6 δεησιος Rᵛⁱᵈ 7 εισηκουσας] επηκουσας U+05D0c.ᵃ AT) 328
[*] (B)
πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσιν τὸ ὄνομά σου·
ὅτι μέγας εἶ σὺ καὶ ποιὥν θαυμάσια, σὺ εἶ ὁ θεὸς μόνος ὁ μέγας.
δήγησόν με, Κύριε, τῇ ὁδῷ σου, καὶ πορεύσομαι τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.
ἐξομολογήσομαί σοι, Κύριε ὁ θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα·