Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπέρ χιλιάδας· ἐξελεξάμην παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μᾶλλον ἡ οἰκεῖν ἐπὶ σκηνώμασιν ἁμαρτωλῶν.
ὄτι ἔλεον καὶ ἀλῆθειαν ἀγαπᾷ Κύριος ὁ θεός, χάριν καὶ δόξαν δώσει· Κύριος οὐχ ὑστερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ.
Κύριε τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.
Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κόρε ψαλμός.
Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.
ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας τὰς ἁμαρτίας αὐτῶν. διάψαλμα.
κατέπαυσας τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου.
ἐπίστρεψον ἡμᾶς, ὁ θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφʼ ἡμῶν.
μὴ εἰς τὸν αἰῶνα ὀργισθήσῃ ἡμῖν ; ἤ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν
ὁ θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί.
δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου, Κύριε, δῴης ἡμῖν. [*] (U+05D0ΑRT) [*] (9 om διαψλμα AT 10 επι] εις Τ 11 κρεισσω B* (κρεισσων Bᵇ?c? [? R]) κρισσον A(? R)T | παραριπτεσθαι U+05D0ART | θεου] + μου U+05D0c.ᵃAΤ κυριου R | οικειν] + με U+05D0c.ᵃRT | επι] εν U+05D0c.ᵃΑRT 12 ο θεος c seqq coniung vid U+05D0* (post ο θς distinx U+05D0c.ᵃ) | post κς 2⁰ distinx T | ουχ (ουκ U+05D0*) υστερησει] ὁ στερησει (sic ut vid) Bᵇ ου στερησει U+05D0c.ᵃ Τ (-ση) 13 Κυριε] + ο θς U+05D0c.ᵃ RT σε] σοι T Stich 24 B 25 U+05D0 26 A 28 RT LXXXIV 1 ψαλμος] +τω Δαδ T 2 απεστρεψας] επεστρεψας A + ο θεος R 3 τω λαω] του λαου R | τας αμαρτιας] pr πασας U+05D0ΑRT | om διαψαλμα A* (hab διαψ Aᵇ) T 4 την οργην] pr πασαν B¹? ᵐᵍU+05D0ART | απο] απ 6 τον αιωνα BU+05D0* c.b ᵛⁱd R] τους αιωνας U+05D0c.ᵃAT | οργισθηση] οργισθης U+05D0c.ᵃAᵃ (οργισθεις A* ᵛⁱᵈ) RΤ | γενεος] γενεαν (sic) U+05D0 7 ζωωσης T 8 om Κυριε 2⁰ U+05D0Τ) 327
ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ θεός, [*] (Β) ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν.
πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ. τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.
ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν·
ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν.
καὶ γὰρ ὁ κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς.
δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.