Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ἵνα τί ἀπώσω, ὁ θεός, εἰς τέλος;
  • ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;
  • μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπʼ ἀρχῆς·
  • ἐλυτρώσω ῥάβδον κληρονομίας σου,
  • ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ.
  • ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος,
  • ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου.
  • καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου,
  • ὡς εἰς τὴν εἴσοδον ὑπεράνω·
  • ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν
  • τὰς θύρας αὐτῆς·
  • ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν.
  • ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου·
  • εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.
  • εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν ἡ συγγενία αὐτῶν ἐπὶ τὸ αὐτό
  • Δεῦτε καὶ καταπαύσωμεν τὰς ἑορτὰς Κυρίου ἀπὸ τῆς γῆς.