Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐν κόποις ἀνθρώπων οὐκ εἰσίν,
  • καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται.
  • διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία,
  • περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν.
  • ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν,
  • διῆλθον εἰς διάθεσιν καρδίας·
  • δενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ.
  • ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν·
  • ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν,
  • καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς.
  • διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα,
  • καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοῖς,
  • καὶ εἶπαν Πῶς ἔγνω ὁ θεός;
  • ἰδοὺ ἁμαρτωλοὶ καὶ εὐθηνοῦνται
  • καὶ εἰ ἔστιν γνῶσις ἐν τῷ ὑψίστῳ
  • εἰς τὸν αἰῶνα κατέσχον πλούτου.