Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν οἰκτειρμῶν σου ἐπίβλεψον ἐπʼ ἐμέ
ξτὶ θλίβομαι, ταχὺ ἐπάκουσόν μου.
πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτὴν, ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με.
σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου [*] (U+05D0R) [*] (7 εμοι bis] εμε Bᵃ?ᵇR | Κυριε] + κε U+05D0R 10 καταφαγεται] κατεφαγε Bᵇ κατεφαγεν U+05D0c.ᵃR 11 συνεκαμψα] συνεκαλυφα U+05D0c.ᵃ] R | νηστεια Bᵃᵇ | εγενηθη] + μοι R | ονιδισμους U+05D0c.ᵃ | om εμοι R 12 εγενομην BU+05D0c.ᵃ R] εγενηθην U+05D0* 13 πυλαις U+05D0c.ᵃ | τον οινον] om τον U+05D0c.ᵃ 14 επακου- σον] + μου BᵃᵇR | σωτηριας σου] σωτηριας μου B 15 εμπαγω Bᵃᵇ | του βαθους] των βαθεων U+05D0c.ᵃ Rᵃ 16 συσχετω (συσχ. BᵇU+05D0)] συνεχετω B? fort R | στομα] pr το R 17 εισακουσον (οισακ. U+05D0* εισακ. U+05D0¹⁽ᵛⁱᵈ)] επακουσον R | εμε] + κ (om και U+05D0R) μη αποστρεψης το προσωπον σου απο του παιδος σου Bᵃᵇ mg sup U+05D0R 18 ταχυ U+05D0* 20 om γαρ U+05D0 | τον ον. sup ras R¹ | μου] εμου U+05D0* (μου U+05D0c.ᵃ)) 301
καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπὴν μου· [*] (B) ἐναντίον σου πάντες οἱ θλίβοντές με.
ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχὴ μου καὶ ταλαιπωρίαν· καὶ ὑπέμεινα συνλυπούμενον, καὶ οὐχ ὑπῆρξεν, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον.
καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.
γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα,
σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν. καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον· καὶ τὸν υῶτον αὐτῶν διὰ παντὸς σύνκαμψον·
ἔκχεον ἐπʼ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.
γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη. καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·
ὅτι ὃν σὺ ἐπάταξας αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.
πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου·
ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων. καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.
πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ, καὶ ἡ σαωτηρία τοῦ προσώπου σου ἀντελαάβετό μου.
αἰνέσω τὸ ὄνομα τοῦ θεοῦ μετ᾿ ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει,
καὶ ἀρέσει τῷ θεῷ ὑπέρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς.