Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος, ἐν ϋμνοις· συνέσεως τῷ Δαυείδ.
  • Ἐνώτισαι, ὁ θεός, τὴν προσευχὴν μου,
  • καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου,
  • πρόσχες μοι καὶ εἰσάκουσόν μου.
  • ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην
  • ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ·
  • ὅτι ἐξέκλιναν ἐπʼ ἐμέ ἀνομίαν, καὶ ἐν ἀργῇ ἐνεκότουν μοι.
  • ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν
  • ἐπʼ ἐμέ·
  • καὶ εἶπα Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ
  • πετασθήσομαι καὶ καταπαύσω ;
  • ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ.
  • διάψαλμα.
  • προσεδεχόμην τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ
  • καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν,
  • ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.